Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.516
Not analysed yet
τοῦτ' οὖν ἡμεῖς μὲν ἐποιήσαμεν, ἄλλος δ' οὐδεὶς τῶν γεγρα|φότων ἐξηγήσεις Ἱπποκρατείων συγγραμμάτων, ἀλλ' ἥμαρτον ἐν τούτοις ἅπαντες. ἄλλη μὲν γάρ ἐστιν ἡ διδάσκουσα τὰ πράγματα διδασκαλία κατὰ διέξοδον ἀκριβῶς γινομένη, διαφέρει δ' αὐτῆς ἡ κατὰ τὰς ἐξηγήσεις τῶν συγγραμμάτων, οὐ ταὐτὸν ἑκατέρα τὸ προκείμενον ἔχουσα. τῆς μὲν γὰρ κατὰ διέξοδον σκοπός ἐστιν ἀληθείας εὕρεσις, ἐν δὲ ταῖς ἐξηγήσεσι πρόκειται γνῶναι τὴν δόξαν τοῦ παλαιοῦ. προμεμαθηκότα γοῦν ἀκριβῶς ἕκαστα μετὰ ταῦτα χρὴ πρὸς τὰς ἐξηγήσεις ἔρχεσθαι τῶν παλαιῶν συγγραμμάτων, τὸν μὲν πρῶτον ἔχοντα <σκοπὸν> εὑρεῖν τὴν γνώμην τοῦ παλαιοῦ, <τὸν> δεύτερον δ' ἐπ' αὐτῷ, πότερον ὀρθῶς ἢ οὐκ ὀρθῶς εἴρηται, καὶ τοῦτό <γε> ποιεῖν ἀναμιμνῄσκοντα τῶν ἀποδεδειγμένων ἐν ταῖς πραγματείαις ὑπὲρ ἑκάστου τῶν κατὰ τὴν ἰατρικὴν θεωρημάτων. ὅσοι δὲ τῶν ἐξηγουμένων ἀπόδειξιν οἷς λέγουσιν ἐπιφέρειν οὐ δύνανται, περιλαλήσαντες τοὺς ἀκροατὰς ἀποστεροῦσι τῆς δόξης τοῦ συγγραφέως, ἀξιοῦντες οἷς λέγουσι δι' ἐκεῖνον πιστεύεσθαι. καὶ διὰ τοῦτο μεταβαίνουσιν ἀπὸ ῥήσεων ἐπὶ ῥήσεις