Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.515
Not analysed yet
σεις καὶ τὰς διαφορὰς τῶν κινήσεων καὶ τὰς αἰτίας αὐτῶν ὑφ' ὧν γίγνονται διελθόντι. τοῖς δὲ περὶ τὸν Σαβῖνον ἐν ἅπασι τοῖς τοιούτοις ἢ μεῖζον ἢ μεῖόν τι παρῶπται, ὥστε πάλιν ἑτέρῳ τρόπῳ τοὺς περὶ τὸν Κοΐντον καὶ Λύκον ὡς φρονιμωτέρους ἐκείνων ἀποδεκτέον ἐστίν, ὅτι μηδ' ἐπεχείρησαν εἰπεῖν τι περὶ τῶν τοιούτων, ἀλλ' ὡς ἐμπειρικοὶ τὰς ἐξηγήσεις ἐποιήσαντο. καίτοι καὶ τῶν ἐμπειρικῶν ἔνιοι, καθάπερ ἔφην, ὡς ἐν δράματι τὸ περικείμενον ὑποκρίνονται πρόσωπον, Ἱπποκράτειον μὲν ἐξηγούμενοι βιβλίον ὡς Ἱπποκράτειοι, τῶν δ' Ἐρασιστράτου τι καὶ Ἡροφίλου καὶ Ἀσκληπιάδου καὶ τῶν ἄλλων <ὡς> ἀπ' ἐκείνων ἑκάστου τῆς αἱρέσεως ὄντες. ὅπερ οὖν ἀεὶ λέγω, καὶ νῦν εἰπὼν ἐπ' ἄλλο τι μεταβήσομαι, τὴν ὑπὲρ ἑκάστου διδασκαλίαν ὧν ἐπίστασθαι χρὴ τὸν ἰατρὸν ἰδίᾳ ποιησάμενον, οὕτως ἐπὶ τὰς ἐξηγήσεις ἔρχεσθαι προσήκειν τῶν Ἱπποκρατείων βιβλίων, τὰ μὲν συμπεράσματα ἀποδείξεων καθ' ἕκαστον αὐτῶν ἀναμιμνῄσκοντα, τῶν δ' ἀποδείξεων αὐτῶν μὴ καταμνημονεύοντα.