Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.518
Not analysed yet
ἀναγνῶναι, |πρότερον ἀναγκαῖον αὐτῷ γίνεσθαι τὰς πεντήκοντα βίβλους ἀναγινώσκειν ἐξηγητικὰς τοῦ πρώτου τῶν Ἐπιδημιῶν. οὕτως δὲ καί, ἐὰν ἀπ' ἄλλου τινὸς ἄρξηταί τις ὑπομνήματα γράφειν, εἰς ἐκεῖνο μὲν γράψει τὰ πεντήκοντα, τῷ δ' ἀναγνῶναί τι τῶν ἄλλων βουληθέντι πρότερον ἀναγκαῖον ἔσται τὰ πεντήκοντα ἐκεῖνα βιβλία προαναγνῶναι. καὶ μὴν μακρῷ βέλτιον ἕκαστον τῶν προβλημάτων ἢ θεωρημάτων ἢ ὅπως ἄν τις ἐθέλῃ καλεῖν ἰδίᾳ <σὺν ἀποδείξεσι> γεγραμμένον ἔχοντα πρὸς ἐκεῖνο παραγενέσθαι μόνον, ὅταν βουληθῇ τις ἐπιστημονικῶς διδαχθῆναι περὶ τῶν ἐν αὐτῷ γεγραμμένων. διὰ τοῦτ' οὖν καὶ ἡμεῖς ὡς περὶ τρόμου καὶ σπασμοῦ καὶ παλμοῦ καὶ ῥίγους, οὕτως καὶ περὶ τῶν ἄλλων ἁπάντων ἰδίᾳ πραγματευσάμενοι τοῖς συμπεράσμασι τῶν ἀποδειχθέντων χρώμεθα κατὰ τὰς ἐξηγήσεις. ἀλλ' οἵ γε περὶ τὸν Σαβῖνον οὔτ' ἰδίᾳ <δι' ἄλλων> ἀποδείξαντες, ὅπῃ διαφέρει τὰ τέτταρα ταῦτα πάθη, τρόμος καὶ σπασμὸς καὶ παλμὸς καὶ ῥῖγος, οὔτ' ἐνταῦθά τινα λόγον, εἰ καὶ μὴ βέβαιον ἢ ἀληθῆ ἢ ἀποδεικτικόν, ἀλλὰ πιθανόν <γ'> εἰπόντες, ἐν ἀρχῇ