Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.519
Not analysed yet
μὲν ἀπεφήναντο, |μικρὸν εἶναι σπασμὸν τὸν τρόμον, ὀλίγον δὲ προελθόντες εἶδος σπασμοῦ τὸν τρόμον ἔφασαν ὑπάρχειν. ἀλλὰ γὰρ ἕνεκα τοῦ θᾶττον ἀπαλλαγῆναι τῶν παρὰ γνώμην ἐλέγχων εἰς τοὺς μοχθηρῶς ἐξηγησαμένους ὑποκείσθω τὸν τρόμον εἶναι <μικρὸν> σπασμὸν ἢ εἶδος σπασμοῦ. πῶς οὖν ἐπὶ τοῦ Πυθίωνος ἐγένετο, μάθωμεν παρ' αὐτῶν. "ὁ στόμαχος", φασίν, "ἐπεπόνθει τἀνθρώπῳ κἀξ ἐκείνου κατὰ συμπάθειαν αἱ χεῖρες ἔτρεμον." οὔτε δ' ὅτι πάθος ἦν τι περὶ τὸν στόμαχον αὐτῷ τις δεῖξαι δύναται, μηδενός γε συμπτώματος εἰρημένου κατὰ τὴν διήγησιν τῶν συμβάντων τῷ Πυθίωνι, δυναμένου τὴν ἔνδειξιν ἡμῖν ποιήσασθαι τοῦ περὶ τὸν στόμαχον πάθους, οὔθ' ὅτι κοινωνία τίς ἐστι τῷ στομάχῳ πρὸς τὰς χεῖρας ἔδειξαν. αὐτοὶ γὰρ λέγουσι τὰς κοινωνίας γίνεσθαι τριχῶς, ἢ διὰ γειτνίασιν ἢ διὰ τὴν κατὰ γένος ἢ ἔργον οἰκειότητα· κατὰ γένος μέν, ὅταν τὸ νευρῶδες τῷ νευρώδει καὶ τὸ φλεβῶδες τῷ φλεβώδει καὶ τὸ ἀρτηριῶδες τῷ ἀρτηριώδει συμπάσχῃ, κατ' ἔργον δ', ὅταν οἱ τιτθοί τε καὶ ὁ θώραξ τοῖς γεννητικοῖς μορίοις. ἀλλ' οὐδὲ κατὰ μίαν |