Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.520
Not analysed yet
τούτων τῶν κοινωνιῶν αἱ χεῖρες τῷ στομάχῳ δύνανται συμπάσχειν. οὔτε γὰρ ἔργον τι κοινὸν αὐτῶν ἐστιν οὔτε κατὰ τὰ νεῦρα κοινωνία, δι' ἣν τὸ νευρῶδες ἐν ταῖς χερσὶ γένος εἰς συμπάθειαν ἀφίξεται τῷ στομάχῳ παθόντι. τῷ μὲν γὰρ στομάχῳ παρὰ τῆς ἕκτης τῶν ἀπ' ἐγκεφάλου συζυγιῶν παραγίνεται νεῦρα, ταῖς δὲ χερσὶν ἀπὸ τῆς κατὰ τὸν ἕκτον καὶ τὸν ἕβδομον καὶ τὸν ὄγδοον σπόνδυλον χώρας ἐπὶ τοῦ νωτιαίου μυελοῦ. εὔλογον οὖν ἦν ὅσα παρὰ τῆς ἕκτης συζυγίας νενεύρωται μόρια συμπάσχειν τῷ στομάχῳ καὶ μὴ τὰς χεῖρας. περὶ μὲν δὴ τοῦ τρόμου τοιαῦτα ληροῦσιν οἱ διὰ τὴν τῶν ἀφροδισίων ἀποχὴν ἀθροῖσαι πλῆθος ἡγούμενοι τὸν Πυθίωνα. καίτοι τὰ μὲν ἀφροδίσια, κἂν εἰ τῷ κενοῦν οὐκ ἐᾷ πληθώραν ὑποτρέφεσθαι (δῶμεν γὰρ αὐτοῖς τοῦτο), τὸν γοῦν στόμαχον ἱκανῶς ἐκλύει, τῆς ἀποχῆς τῶν ἀφροδισίων εὐρωστότατον ἀπεργαζομένης αὐτόν, εἰ καὶ πλῆθος ἀθροίζοιτο. μοχθηρὸν δ' ἱκανῶς ἐστι καὶ τὸ νομίζειν, εἴ τις ἐγκρατῶς διαιτᾶται, πλῆθος ἀθροίζειν αὐτόν· οὐ γὰρ τούτοις, ἀλλὰ τοῖς ἀργοῦσιν ἀθροίζεται τὸ πλῆθος. εἰ δ' ἀπέχοιτό τις ἀφρο|