Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.522
Not analysed yet
τες. ὅταν γὰρ ἢ τοῖς δακτύλοις ἐπιθλίψῃ τις ἅμα ταῖς μήνιγξι τὸν ἐγκέφαλον ἢ διὰ τῶν καλουμένων μηνιγγοφυλάκων ἢ καὶ πρὸ τῆς ἀνατρήσεως ὀστοῦν ἐμπιεσθὲν θλίβῃ τὰ μόρια ταῦτα, παραφροσύναι μὲν οὐ γίγνονται, καταφοραὶ δὲ βαθεῖαι καὶ ἀκινησίαι καὶ ἀναισθησίαι συμβαίνουσι, καρουμένων ἰσχυρῶς ἐνίοτε τῶν οὕτω πασχόντων, ὥσπερ ἐν ταῖς ἰσχυραῖς ἀποπληξίαις. ὅταν δὲ καὶ τὰ ποικίλα πτύσματα <τοῦ Πυθίωνος> διὰ τὴν ἐποχὴν τοῦ σπέρματος λέγωσι γεγονέναι, κάλλιόν ἐστι μηδὲν ἀντιλέγειν αὐτοῖς. ὑβρίζειν γὰρ ἑαυτόν ἐστιν ἐλέγχοντα μετὰ σπουδῆς τὰ μηδεμιᾶς σπουδῆς ἄξια. λέλεκται δ' οὐ ταῦτα μόνον, ἀλλὰ καὶ ἄλλα πολλὰ γελοίως αὐτοῖς, ὧν ἓν καὶ τοῦτ' ἐστί· τὴν εἰς ἕδραν ἀπόστασίν φασι γενέσθαι τῷ Πυθίωνι διὰ τὴν γειτνίασιν τοῦ χωρίου, καθ' ὃ τοῦ σπέρματος ἡ ἀπόκρισις γίνεται, διὰ δὲ τὴν εἰς ἕδραν ἀπόστασιν ἀκολουθῆσαι τὴν στραγγουρίαν. καὶ μέντοι καὶ ἄλλα τινὰ λέγουσιν, ἐξ ὧν ἐγκράτειαν ἀφροδισίων ὑποπτεύσειεν ἄν τις οὔτ' ὀλίγων οὔτε μικρῶν νοσημάτων αἰτίαν γίγνεσθαι. καὶ ταῦτα γράφουσιν αὐτοὶ μνημονεύσαντες ἐν |