Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.523
Not analysed yet
τῇ τῶν προκειμένων ἐξηγήσει Δημοκρίτου τε καὶ Ἐπικούρου, μηδέπω μηδὲν ἀγαθὸν ἐξ ἀφροδισίων γενέσθαι φασκόντων. τὸ δὲ δὴ πάντων σοφώτατον· "ὥσπερ ὁ σπασμός", φασίν, "ἐπὶ πληρώσει καὶ κενώσει γίνεται, κατὰ τὸν αὐτὸν τρόπον ἕπεται ταῖς λαγνείαις καὶ ταῖς ἐγκρατείαις κοινὰ συμπτώματα, λογισμοῦ τε καὶ νεύρων πασχόντων." ἐκ ταύτης οὖν τῆς σοφίας αὐτῶν ὁρμηθέντες ἡμεῖς καὶ πιστεύσαντες ἀληθῆ λέγειν οὐδὲ τοῖς ἀθληταῖς ἐπιτρέψομεν ἀπέχεσθαι συνουσίας, μή πως ἐκ τούτου σπασθῶσιν ἢ παραφρονήσωσιν. καὶ ταῦτά γε πάντα καὶ πρὸς τούτοις ἔτι τἄλλα, ὅσα κατὰ τὴν διήγησιν ἔγραψεν ὁ Ἱπποκράτης, γενέσθαι τῷ Πυθίωνί φασιν, ὡς ἀκριβῶς πεπεισμένοι τὴν τῶν ἀφροδισίων ἀποχὴν αὐτοῦ προηγήσασθαι τῆς νόσου, καίτοι κατ' ἀρχὴν εἰπόντες εἰκὸς εἶναι ταῦτα γεγονέναι τῷ Πυθίωνι διὰ τὴν ἀποχὴν τῆς συνουσίας· αὐτοὶ γὰρ ἀποχὴν αὐτὴν ὀνομάζουσιν. ἀλλ' ὕστερον ἐπιλαθόμενοι τὸ μετρίως ἐν ἀρχῇ λελεγμένον ὑφ' ἑαυτῶν "εἰκὸς" ὡς πάντως τούτου γεγενημένου τὸν λόγον ποιοῦνται. καίτοι γ' εἰ παρὰ Γῆς |