Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.525
Not analysed yet
σμένα, τὰ δὲ τοῖς ὑπ' αὐτοῦ γεγραμμένοις παρεγκείμενά τι<ν'> ἔχοντα. βέλτιον δ' ἦν ἴσως φάναι μὴ τὸ βιβλίον ἐν δυστυχίᾳ γεγονέναι, τοὺς δ' ἀναγινώσκοντας ἡμᾶς αὐτὸ χρόνον ἀπολλύντας εἰς ἄχρηστον πρᾶγμα. προσγέγραπται γοῦν ἐπὶ τῷ τέλει τῆς διηγήσεως τῶν συμβάντων τῷ Πυθίωνι πρῶτον μὲν ὁ τοῦ πεῖ γράμματος χαρακτὴρ ἔχων ὀρθίαν μέσην γραμμήν, ὡς ἔνιοι γράφουσι τὸν τῶν ἐνακοσίων χαρακτῆρα. μετὰ ταῦτα δ' ἐφεξῆς γέγραπται τοῦ πεῖ γράμματος ὁ χαρακτὴρ οὐδὲν ἔχων ἐν μέσῳ, καὶ μετὰ τοῦτον <ὁ> τοῦ ου καὶ μετ' ἐκεῖνον τοῦ μ, ὑστάτου δὲ τοῦ υ. ζητεῖν οὖν ἠναγκάσθημεν, ὅ τί ποτε σημαίνουσιν οἱ χαρακτῆρες οὗτοι, μετὰ τοῦ μηδὲ γινώσκειν ἡμᾶς, εἴθ' Ἱπποκράτης ἦν ἤ τις ἄλλος ὁ γράψας τὰ τοιαῦτα καθ' ἕκαστον τῶν ἀρρώστων. ἀλλὰ καὶ τοῦτο αὐτὸ ζητεῖν ἀναγκασθέντες ἐνοήσαμεν, <ὡς,> εἰ μέν, ὥσπερ ἐν τούτῳ τῷ βιβλίῳ τοὺς τοιούτους χαρακτῆρας εὑρήκαμεν, οὕτω κἀν τοῖς ἄλλοις ἅπασι τῶν Ἐπιδημιῶν ἐφαίνοντο προσγεγραμμένοι τῇ διηγήσει τῶν συμβάντων τοῖς ἀρρώστοις, ἴσως ἂν ἦν εὔλογον ὑφ' Ἱπποκράτους αὐτοῦ προσγεγράφθαι φάναι. μήτε δ' ἐν τοῖς ἄλλοις βι|