Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.526
Not analysed yet
βλίοις αὐτῶν εὑρισκομένων, ἀλλὰ μηδ' ἐν αὐτῷ τῷ τρίτῳ διὰ πάντων ὁμαλῶς τῶν ἀντιγράφων, ὑποψία τις εὔλογος εἰσῆλθεν οὐχ ἡμᾶς μόνον, ἀλλὰ καὶ τοὺς πρὸ ἡμῶν ὑπό τινος αὐτοὺς προσγεγράφθαι τάχα μὲν ἐπιτρίβοντος τοῖς μαθηταῖς, ἵν' ἔχῃ σαφηνίζειν ὥς τι μέγα τὸ καθ' ἕκαστον αὐτῶν δηλούμενον, ἴσως δέ τινος αὑτῷ μόνῳ πεποιημένου τῆς καθ' ἕκαστον ἄρρωστον ὠφελείας <ἢ ἀπωλείας> ἐπιτομήν. εὐθὺς γοῦν ἐν αὐτῷ τούτῳ τῷ προγεγραμμένῳ Πυθίωνι τὸ μὲν τὴν διὰ μέσου γραμμὴν ἔχον ÏÎθανοÌν δοκεῖ σημαίνειν πιθανόν, τὸ δ' ἑξῆς αὐτῷ Π πλῆθος, ᾧ πάλιν ἐφεξῆς τὸ ου γεγραμμένον οὖρον δοκεῖ σημαίνειν, ὡς ἐξ ἀμφοτέρων δηλοῦσθαι πλῆθος οὔρων. εἶτ' ἐφεξῆς τὸ μὲν μ τῆς τεσσαρακοστῆς ἡμέρας ἀναμιμνῄσκειν ἡμᾶς <δοκεῖ>, τὸ δὲ υ τῆς ὑγείας, <ὡς> ἐξ ἀμφοῖν μὲν τούτων δηλοῦσθαι <τὸ> κατὰ τὴν τεσσαρακοστὴν ἡμέραν ὑγιασθῆναι, τὴν δ' ἐξ ἁπάντων τῶν χαρακτήρων ἀθροιζομένην διάνοιαν γίνεσθαι τοιαύτην· πιθανὸν εἶναι διὰ τὸ πλῆθος τῶν ἐκκριθέντων οὔρων αὐτὸ λυθῆναι τὸ νόσημα καὶ ὑγιῆ γενέσθαι τὸν ἄνθρωπον ἐν τῇ τεσσαρακοστῇ τῶν |