Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.527
Not analysed yet
ἡμερῶν. ὅτι μὲν οὖν οὐκ ἐν ἅπασι τοῖς ἀντιγράφοις εὑρίσκεται τὰ προσγεγραμμένα κατὰ τοῦτον τὸν τρόπον, εἴρηταί μοι καὶ πρόσθεν. ἀλλὰ νῦν φημι μηδ' ἐν οἷς εὑρίσκεται, μηδ' ἐν τούτοις ἅπασι τὸν πρῶτον ἄρρωστον ἔχειν τινὰ τοιοῦτον χαρακτῆρα. τὰ δ' οὖν ἔχοντα τῶν ἀντιγράφων αὐτοὺς τοὺς ἐπὶ τῷ τέλει τῆς κατὰ τὸν Πυθίωνα διηγήσεως χαρακτῆρας ὡδί πως ἔχει γεγραμμένους· ÏÎθανοÌνΠΟΥΜΥ. ὅτι δ' εὔλογόν ἐστιν ἕκαστον τῶν χαρακτήρων σημαίνειν ὃ διῆλθον ἄρτι, μαρτυροῦσιν οἱ τοῖς ἄλλοις ἀρρώστοις προσγεγραμμένοι. πανταχόθι μὲν γὰρ πρόκειται τὸ πεῖ τὴν διὰ μέσου γραμμὴν ἔχον. ἐπὶ δὲ τῇ τελευτῇ τοῖς μὲν σωθεῖσιν <τὸ> υ προσγέγραπται, τὴν ὑγείαν σημαῖνον, τοῖς δ' ἀποθανοῦσι τὸ θ, καὶ τοῦτο δηλονότι τὸν θάνατον ἐνδεικνύμενον. <τῶν μὲν οὖν δυοῖν> ἐν ἀρχῇ καὶ <τέλει χαρακτήρων> τοιούτων σημαίνειν φαινομένων τὰ λεγόμενα, τῶν δ' ἐν τῷ μεταξὺ πιθανῶν ὄντων ὡς ἐφαρμόζεσθαι δυναμένων τοῖς ἐπὶ τῶν ἀρρώστων εἰρημένοις ὑφ' Ἱπποκράτους, ἡμῖν μὲν ὁ μάταιος ἆθλος ἐπὶ τοῦ Πυθίωνος ἤνυσται καὶ κατὰ τοὺς ἄλλους ἀνυσθήσεται, τὸν χρόνον εἰκῇ κατατρίβουσιν. οἱ σοφισταὶ δὲ καὶ διὰ τὴν τοιαύτην |