Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.531
Not analysed yet
γεγονέναι πάντως, ἐγχωρεῖ δὲ καὶ μέλαιναν. ἐπὶ δὲ τοιαύτῃ γλώττῃ καὶ τοιούτῳ πυρετῷ τὸ μὴ σφοδρῶς διψῆν ἐνδείκνυται δυοῖν θάτερον, ἢ τὴν διάνοιαν βεβλάφθαι τοῦ κάμνοντος ἢ τὴν ἐν τῇ γαστρὶ δύναμιν φυσικήν, ᾗ πομάτων τε καὶ σιτίων ὀρεγόμεθα, νεκροῦσθαι. προσκειμένης δὲ τῇ διηγήσει καὶ τοιᾶσδε λέξεως ὑποχονδρίου ἔντασις λαπαρῶς, ὑποληπτέον ἐν ἥπατι γεγονέναι τὴν ἀρχὴν τῆς πυρεκτικῆς διαθέσεως. ἐκ μὲν γὰρ τοῦ κατὰ τὸν ἑνικὸν ὀνομαζόμενον ἀριθμὸν <αὐτὸν> εἰπεῖν ὑποχονδρίου δῆλον, ὡς θατέρου μόνου καὶ οὐκ ἀμφοτέρων αὐτῶν ἔντασις ἦν. ἐπεὶ δ' ἀναγκαῖον ἢ τὸ δεξιὸν ἢ τὸ λαιὸν ὑποχόνδριον ἡμᾶς ἀκούειν, εὐλογώτερόν ἐστι τὸ δεξιὸν ἡγεῖσθαι τετάσθαι διὰ τὴν ὑπεροχήν, ἣν ὑπερέχει θατέρου. τὰ γὰρ τοιαῦτα χωρὶς προσθήκης τε καὶ διορισμοῦ λέγουσιν. καὶ μέντοι καὶ ὁ τρόπος αὐτοῦ τοῦ πυρετοῦ καὶ τῆς γλώττης αὐτῆς ἡ ἐπίκαυσις ἱκανὰ τὴν καθ' ἧπαρ ἐνδείξασθαι διάθεσιν. ἡ δὲ λαπαρῶς εἰρημένη γεγονέναι κατὰ τὸ ὑποχόνδριον ἔντασις