Ancient Greek · ~5 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.532
Not analysed yet
εὔδηλός ἐστιν, |ὅτι τὴν οἷον κενὴν δηλοῖ· τὸ γὰρ κενὸν ἐκ τοῦ λαπαροῦ σημαίνεται, τοῦτο δ' ἀντίκειται τῷ μετ' ὄγκου, καθάπερ τὸ τεταμένον τῷ χαλαρῷ, ὡς εἰ καὶ οὕτως εἶπε· ‘δεξιοῦ ὑποχονδρίου ἔντασις, ὄγκος δ' οὔ’, ἢ τῷ μὴ γεγονέναι μεγάλην τὴν φλεγμονὴν τοῦ ἥπατος ἢ τῷ κατὰ τὰ σιμὰ μόνον, οἷς περιλαμβάνει τὴν γαστέρα, τῶν κυρτῶν οὐδέπω συνεξηρμένων αὐτοῖς. ἀλλὰ καὶ τὸ τὴν κοιλίαν συγκεκαυμένα διαχωρεῖν ἐνδεικτικόν ἐστι τῆς κατὰ τὸ σπλάγχνον τοῦτο πυρώσεως. εἰ μὲν οὖν ἐπὶ τούτοις οὖρα θανατώδη συνέβη γενέσθαι, τάχιστ' ἂν ὁ ἄνθρωπος ἀπέθανεν· ἐπεὶ δ' ὡς ἐν τοῖς τοιούτοις ἦν μέτρια, δυνατὸν ἄν τις ἐλπίσειεν ἔσεσθαι χρονίσειν αὐτῷ <τὸ νόσημα>. ἀγαθὰ μὲν γὰρ οὖρα κατὰ τὴν εἰρημένην διάθεσιν οὐκ ἂν γένοιτο, τὰ δ' ἐρυθρὰ χρόνῳ μὲν πολλῷ νοσήσειν τὸν ἄνθρωπον ἐνδείκνυται πάντως, οὐκ ἐξ ἅπαντος δὲ τεθνήξεσθαι, καθότι κἀν τοῖς Εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν ἔν τε τοῖς Περὶ κρίσεων <ἡμῖν> ἐδείχθη· <προεξηγησάμην δὲ ταύτην τὴν ῥῆσιν κἀν τοῖς Εἰς τὸ προρρητικὸν ὑπομνήμασι,> μεμψάμενος τὸν γράψαντα τὸ βιβλίον ἐκεῖνο· τὰ γὰρ δι' ἕτερόν τι συμβάντα τοῖς νοσοῦσιν εἰς ἕτερον ἀναφέρων ἁμαρτάνει. λέλεκται δ' ἡμῖν ἐπὶ πλέον ἐν ἐκείνοις τοῖς ὑπομνήμασι καὶ τὰ τῆς φρενίτιδος