Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.533
Not analysed yet
ἴδια σημεῖα, καὶ ὡς ἐν |τοῖς ὁμολογουμένοις Ἱπποκράτους εἶναι γνησίοις, ὧν ἐστι καὶ τὸ Προγνωστικόν, ἑκάστου τῶν σημείων ἡ δύναμις ἀκριβῶς εἴρηται κατὰ μόνας αὐτῷ. περὶ μὲν οὖν ἐρυθρῶν ἢ ἐξερύθρων οὔρων οὐδὲν εἶπεν, ὑπερύθρου δὲ μνημονεύσας οὔρου καὶ <τῶν ἐρυθρῶν καὶ> τῶν ἐξερύθρων τὴν δύναμιν ἐνεδείξατο. γράφει δὲ περὶ τῶν ὑπερύθρων οὔρων αὐτοῖς ὀνόμασιν ὡδί· "εἰ δ' ἔστι τὸ οὖρον ὑπέρυθρον καὶ ἡ ὑπόστασις ὑπέρυθρός <τε καὶ λ>είη, πολυχρονιώτερον μὲν τοῦτο τοῦ προτέρου γίνεται, σωτήριον δὲ κάρτα." τοῦ τοίνυν ὑπερύθρου σωτηρίου μὲν ὄντος ἐν τοῖς μάλιστα, πολυχρονιωτέρου δὲ τῶν προειρημένων, ἃ διὰ ταχέων εἴρηκε τὴν λύσιν ἔχειν, τὰ λίαν ἐρυθρὰ μακρότερον μὲν ἐνδείξεται χρόνον, οὔτε δὲ θάνατον, ὅσον ἐφ' ἑαυτοῖς, οὔτε παραφροσύνην, εἴ γε διὰ ξανθὴν χολὴν ἐν ἐγκεφάλῳ πλεονάζουσαν αἱ παραφροσύναι γίγνονται, καθάπερ γε καὶ κατοπτηθείσης αὐτῆς, ὡς εἰς μέλαιναν ἤδη μεταπίπτειν, αἱ μανιώδεις. αἷμα δὲ πλεονάζειν ἀπεπτότερον καὶ ὀρρωδέστερον ἐνδείκνυται τὸ ἐρυθρὸν οὖρον, ἐν ταῖς φλεψὶ δηλονότι περιεχόμενον, ὅσαι καθ' ἧπάρ τ' εἰσὶ καὶ |