Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.535
Not analysed yet
ἐστι τῶν κατὰ τὰς φλέβας χυμῶν τὸ οὖρον, αὐτὸς ἡμᾶς ἐδίδαξεν, ὥστ' εὔλογόν ἐστιν, ὅταν αἷμα πλέον <καὶ ὑδατῶδες καὶ λεπτὸν καὶ> ἡμίπεπτον ᾖ, καθαιρόμενον δι' οὔρων, ἐρυθρὰ ταῦτ' ἐργάζεσθαι καὶ διὰ τοῦτο χρόνιον μὲν ἔσεσθαι τὸ νόσημα, δεομένου γε τοῦ αἵματος εἰς πέψιν χρόνου πλείονος, εἴπερ ἐκ τῶν χρόνων οἱ πεπασμοί, μήτε δ' ὀλεθρίου ποτὲ τοιούτου νοσήματος, ὅσον ἐπὶ τοῖσδε τοῖς οὔροις, ἐσομένου μήτε φρενιτικοῦ. ἀλλ' οὐ χρὴ μηκύνειν ἐνταῦθα, φθανόντων ἡμῶν τὴν ἀτοπίαν τῶν τοιούτων λόγων ἐν τοῖς εἰς τὸ Προρρητικὸν ὑπομνήμασιν ἐπιδεδειχέναι. ἐπεὶ δὲ καὶ παχέα δηλοῖ γεγονέναι τὰ οὖρα καὶ μὴ καθιστάμενα, πάντως μὲν δήπου τὰ τοιαῦτα τῶν ἀνατεταραγμένων τε καὶ θολερῶν ἐστιν, ὡς οὗτος εἴωθεν ὀνομάζειν· ἔστι δ' ἀεὶ τὰ τοιαῦτα ταραχῆς ἀπέπτου δηλωτικά, πολὺ τὸ φυσῶδες ἐχούσης πνεῦμα, καθάπερ τὸ γλεῦκος. διὰ τοῦτο δὲ καὶ κεφαλαλγίαι συμπίπτουσι τοῖς τὰ τοιαῦτα οὐροῦσιν, ἐπὶ τὴν κεφαλὴν ἀναφερομένου τοῦ πνεύματος ἅμα τοῖς θερμοτέροις χυμοῖς, ὑφ' ὧν εἰκός ἐστι καὶ τὴν ἀγρυπνίαν αὐξηθῆναι καὶ κίνδυνον ἔσεσθαι παραφροσύνης, ἐὰν οἱ χυμοὶ δριμύτητά τινα σχῶσιν. ταῦτ' εὐθέως ἐν ἀρχῇ |