Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.536
Not analysed yet
πάντα τὰ συμπτώματά τε καὶ σημεῖα γεγονέναι τῷ Ἑρμοκράτει διελθὼν ὁ Ἱπποκράτης, εἶτα μηδὲν γράψας περὶ τῶν ἑξῆς ἡμερῶν ἄχρι τῆς πέμπτης ἐνδείκνυται διαμεμενηκέναι ταῦτα πάντα καὶ τότε πρῶτον αὖθις ἄρχεται τῆς τῶν ἄλλων διηγήσεως, ὁπότε μεταβολή τις ἐν αὐτοῖς ἐγένετο. κατὰ τὴν πέμπτην γοῦν ἡμέραν φησὶν <αὐτὸν> οὐρῆσαι λεπτά. καὶ τοίνυν μεταβῶμεν ἤδη πρὸς τὴν ἐκείνης διήγησιν. Πέμπτῃ οὔρησε λεπτά, εἶχεν ἐναιώρημα, οὐχ ἵδρυτο, ἐς νύκτα παρέκρουσεν. Ὁπότε πρῶτον ἥ τε τῶν ἐξ ἀρχῆς οὔρων ἐγένετο μεταβολὴ καὶ παρεφρόνησεν ὁ ἄνθρωπος, ἔγραψεν ὁ Ἱπποκράτης κατὰ τὴν πέμπτην ἡμέραν, ὑπερβάς, ὡς εἴρηται, τὴν τῆς δευτέρας καὶ τρίτης καὶ τετάρτης διήγησιν, ὡς τῶν αὐτῶν ἐν αὐταῖς συμπτωμάτων μεινάντων. ἀναμνησθῶμεν οὖν ἃ περὶ τῶν λεπτῶν οὔρων εἶπεν ἐν Προγνωστικῷ κατὰ τήνδε τὴν λέξιν· "ὁκόσοι δ' ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πολὺν χρόνον, ἢν τὰ ἄλλα ὡς περιεσομένοισιν ᾖ, τούτοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι ἐς τὰ κάτω τῶν φρενῶν χωρία."