Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.552
Not analysed yet
γενομένης ῥᾳστώνης. |ὅτι δὲ διέμενε τὰ συμπτώματα τοῦ νεκροῦσθαι τὴν φύσιν τοῦ κάμνοντος, εὔδηλόν ἐστιν ἐξ ὧν ἐφεξῆς ἔγραψε τῶν κατὰ τὴν εἰκοστὴν ἡμέραν εἰρημένων, οἷς ἤδη πρόσεχε τὸν νοῦν. Ἀπόσιτος παρὰ πάντα <τὸν> χρόνον, κατενόει, διαλέγεσθαι οὐκ ἠδύνατο, γλῶσσα ἐπίξηρος, οὐκ ἐδίψη· κατεκοιμᾶτο σμικρά, κωματώδης. Πάντα τὰ εἰρημένα νεκρουμένης ἐστὶν ἤδη τῆς ζωτικῆς δυνάμεως γνωρίσματα, οἷον εὐθέως ἡ ἀποσιτία τὴν ἀνορεξίαν δηλοῦσα ποτὲ μὲν διὰ τὸ στόμα τῆς κοιλίας γίγνεται κεκακωμένον ὑπό τινος ἀλλοτρίας ποιότητος χυμῶν, ἔστι δ' ὅτε διὰ τὴν τῆς δυνάμεως αὐτῆς νέκρωσιν, ἧς, ὅθ' ὑγίαινεν, ἦν ἔργα τό τε τῆς ἐνδείας <τῆς ξηρᾶς οὐσίας> αἰσθάνεσθαι καὶ τὸ τῶν ἰασομένων αὐτὴν ὀρέγεσθαι. τῆς δ'