Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.551
Not analysed yet
εἶπεν ἐν τοῖς τοιούτοις "κίνδυνον εἶναι, μὴ οὐ δυνήσεται τῷ χρόνῳ τοῦ νοσήματος ὁ κάμνων ἐξαρκέσαι." Πάλιν δ' εἰκοστῇ ἐκρίθη, ἀπύρετος, οὐχ ἵδρωσεν. Ἐν ᾗ κατὰ λόγον ἦν ἡμέρᾳ παροξυνθῆναι τὸν πυρετόν, εἴπερ ὅλως ἡ φύσις ἐνεχείρησε τῇ πέψει τῶν χυμῶν ὠμῶν ὄντων, ὡς ἐδήλου τὰ οὖρα λεπτὰ διαμένοντα, κατὰ ταύτην ἐπαύσατο τελέως ὁ πυρετός. οὐδὲ γὰρ κατὰ τὴν ἑπτακαιδεκάτην ἐγεγόνει τῷ λόγῳ τῆς ἐμφύτου θερμασίας, ἀλλὰ μόνῳ τῷ τῆς σήψεως, ἐκθερμανθέντων πυρετωδῶς τῶν χυμῶν. τὸ τοίνυν ζέσαν αὐτῶν διαπνευσθὲν ἀπύρετον ἂν εἰργάσατο τὸν ἄνθρωπον. ἀλλὰ μενόντων τῶν ὀλεθρίων συμπτωμάτων, ὧν ἐφεξῆς ἐρεῖ, σαφὲς ἦν ἀπολεῖσθαι τὸν Ἑρμοκράτην. ὥσπερ δ' ἐπὶ τῆς τεσσαρεσκαιδεκάτης ἡμέρας ἔγραψεν οὐχ ἵδρωσεν, οὕτως καὶ κατὰ τὴν εἰκοστὴν αὐτὸ προσέθηκεν, ἀναμιμνῄσκων γε τῆς ἀσήμως