Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.554
Not analysed yet
ἐμφύτου θερμασίας ὁ πυρετὸς ἐπαύσατο κατὰ τὴν εἰκοστὴν ἡμέραν. ὁμολογεῖ δὲ τούτοις καὶ τὸ κατεκοιμᾶτο σμικρά, κωματώδης. οὐ γὰρ ὡς οἱ κατὰ φύσιν ἔχοντες ἐκάθευδεν, ἀλλὰ δι' ἀρρωστίαν τῆς δυνάμεως ἄκων ἔμυεν, ὡς μὴ δυνάμενος τοὺς ὀφθαλμοὺς ἀνεῳγότας ἔχειν, ἔκλειέ τε αὐτοὺς καὶ σμικρὰ κατεκοιμᾶτο. προσέθηκε γὰρ τῷ κατεκοιμᾶτο τὸ σμικρά, διότι καὶ τοῦτο γνώρισμα τῆς κατὰ τὴν δύναμιν ἀρρωστίας ἦν, οὐ τοῦ κατὰ φύσιν ὕπνον τινὰ γενέσθαι τῷ κάμνοντι κατὰ τὸν καιρὸν τοῦτον. εἰ <δὲ> δι' ὑγρότητα τῆς αἰσθητικῆς ἀρχῆς ὑπνῶδες ἦν τὸ κῶμα, θαυμαστέον ἐστὶν οὐ διὰ τί τέθνηκεν ὁ Ἑρμοκράτης, ἀλλὰ διότι μέχρι τῆς ἑβδόμης καὶ εἰκοστῆς ἡμέρας ἐξήρκεσεν. εὔλογον γὰρ ἦν οὐ μετὰ πολὺ τῆς εἰκοστῆς ἀκολουθῆσαι τὸν θάνατον αὐτῷ. δῆλον οὖν, ὅτι νέος τις ἦν εὔρωστός τε φύσει καὶ διὰ τοῦτ' ἀντέσχετο, κατὰ βραχὺ μαραινόμενος. ἔνεστι γὰρ ἐξ ἁπάντων τῶν συμβάντων αὐτῷ τεκμήρασθαι τὸν καλούμενον ὑπὸ τῶν νεωτέρων ἰατρῶν μαρασμὸν περιφρυγῆ γεγονέναι. διέφθειρε δὲ αὐτὸν ἐπὶ τῆς εἰκοστῆς ἑβδόμης