Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.555
Not analysed yet
ὁ διὰ τὴν |τῶν χυμῶν σηπεδόνα γενόμενος πυρετὸς ἐπὶ τῆς εἰκοστῆς τετάρτης, ὃν διὰ τῆς ἐχομένης ῥήσεως ἐδήλωσεν. ἄξιον δ' ἐπισημήνασθαι, διὰ τί κατὰ τὴν προκειμένην λέξιν ἔγραψε· κατενόει πάντα. φαίνεται γὰρ οὐ πάντα κατανοήσας, αὐτοῦ τοῦ Ἱπποκράτους ἐν τῇ τῆς πέμπτης ἡμέρας διηγήσει γράψαντος αὐτὸν παρακροῦσαι καὶ μετὰ ταῦτα πάλιν ἐπὶ τῆς ἕκτης προσθέντος "οὐ κατενόει" καὶ πάλιν ἐπὶ τῆς ἑπτακαιδεκάτης "παρέκρουσε". δυοῖν τοίνυν θάτερον, ἢ ὅτι μόναις ταύταις ταῖς ἡμέραις παρέκρουσε, τῷ δ' ἄλλῳ παντὶ χρόνῳ κατενόει, δηλῶσαι βουλόμενος ἔγραψε κατενόει πάντα, ἢ ὅτι κατὰ τὴν εἰκοστὴν ἡμέραν, ἧς ἐν τῇ προκειμένῃ ῥήσει τὴν διήγησιν ἔγραψε, κατενόει πάντα, τουτέστιν οὐδὲ μικρὸν παρεφέρετο. διὰ τί δὲ τοῦτο προσέθηκεν, ὀλίγον ἔμπροσθεν εἶπον. ἀδίψων γὰρ καὶ ἀνορέκτων γινομένων τινῶν ἐν νόσοις, ἤτοι διὰ τὸ παραφρονεῖν ἀναισθήτως ἐχόντων ὧν πάσχουσιν ἢ διὰ <τὴν> νέκρωσιν τῆς ἐν τῇ κοιλίᾳ δυνάμεως φυσικῆς, ἐπειδὰν οὕτω πάσχωσιν ἄνευ τοῦ παραφρονεῖν, ὑπολείπεται νενεκρῶσθαι τὴν φυσικὴν δύναμιν αὐτῶν. |