Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.558
Not analysed yet
νῦν προσέθη|κεν. οὐκ οἶδα δ' ὅπως οὐκέτ' οὐδὲν εἶπε περὶ τῆς ἰκτεριώδους ἀναχύσεως. ἀκόλουθον γὰρ ἦν καὶ ταύτης μνημονεῦσαι. τάχ' οὖν ὡς πρόδηλον ὅτι παρέμεινεν ἐσιώπησεν· ὅπου γὰρ οὔθ' ἱδρὼς ἐγένετο τῷ Ἑρμοκράτει οὔτε διὰ γαστρὸς ἢ οὔρων ἢ ἐμέτων ἠκολούθησε κένωσις χολωδῶν, ἀδύνατον ἦν παύσασθαι τὸν ἴκτερον. ἐκ πάντων οὖν τῶν εἰρημένων φαίνεται παθεῖν αὐτῷ τὸ ἧπαρ ἰσχυρῶς, ἀρχὴ τῆς φυτικῆς τε καὶ φυσικῆς ὀνομαζομένης ψυχῆς ὑπάρχον, ἧς ἐδείχθησαν εἶναι τέτταρες δυνάμεις, ἑλκτική τε καὶ καθεκτικὴ καὶ ἀλλοιωτικὴ καὶ ἀποκριτική, καθ' ἃς καὶ τρέφεσθαι καὶ αὐξάνεσθαι τοῖς σώμασιν ὑπάρχει, καὶ παθούσης ταύτης ἀνορεξίαι δειναὶ καταλαμβάνουσιν, ὡς <τὸν τοιοῦτον> τεθνάναι μᾶλλον ἐθέλειν ἢ γεύσασθαί τινος. ΠΕΡΙ ΤΩΝ ΠΡΟΣΚΕΙΜΕΝΩΝ ΧΑΡΑΚΤΗΡΩΝ <ΤΟΥΤΩΙ ΤΩΙ ΑΡΡΩΣΤΩΙ> Τὰ μὲν παλαιότερα τῶν ἀντιγράφων τὴν ἀρχὴν τῶν προσκειμένων χαρακτήρων τοῖς ἀρρώστοις εἶχεν |