Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.557
Not analysed yet
ὀξέος αὐτῷ γενομένου καὶ ξηροῦ τοῦ πυρετοῦ, δι' ὃν καὶ ἡ γλῶττα συνεκαύθη. Τούτῳ κώφωσις διὰ τέλεος παρέμενεν, οὖρα ἢ παχέα καὶ ἐρυθρά, οὐ καθιστάμενα, ἢ λεπτὰ ἄχρω ἐναιώρημα ἔχοντα· γεύεσθαι οὐκ ἠδύνατο. Καὶ μετὰ τὴν τῆς εἰκοστῆς ἡμέρας διήγησιν ἐφεξῆς ἐγεγράφει τῷ μὲν νῦν εἰρημένῳ τῷ γεύεσθαι οὐκ ἠδύνατο ταὐτὸ σημαίνουσαν τὴν "ἀπόσιτος" φωνήν. οὖρα δ' ἀπὸ τῆς ἑπτακαιδεκάτης ἄχρι τῆς εἰκοστῆς ἔφη γεγονέναι λεπτά, προειρήκει δ', εἴ τι μεμνήμεθα, καὶ περὶ τῶν ἐρυθρῶν καὶ ἀκατάστατον ἐχόντων ἐναιώρημα. νῦν οὖν ἐπαναλαβὼν ἅμα περὶ πάντων <τούτ>ων ἀπεφήνατο. <ἃ δ' ἀπεφήνατ', ἐστὶ> δυνάμει ταὐτά, ἃ λέγω <καὶ αὐτός>, ὡς οὔρησεν ἄλλοτ' ἀλλοῖα, χρηστὸν δ' ἀκριβῶς οὐδέποτ' οὐδέν. ἀλλὰ καὶ ὅτι διὰ παντὸς αὐτῷ τοῦ νοσήματος ἡ κώφωσις παρέμεινεν, οὐκ εἰρημένον ἔμπροσθεν, εἰκότως