Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.560
Not analysed yet
ἐν αἷς ἤτοι ἀπέθανεν ὁ ἄνθρωπος ἢ τελέως ὑγιάσθη, σημαίνει, τὰ δὲ μεταξὺ τὸν τρόπον, καθ' ὃν ἤτοι σωθῆναι τὸν ἄρρωστον ἢ ἀπολέσθαι συνέβη. καὶ νῦν οὖν ὁ τὸ ε μετὰ τοῦ κάτωθεν ἀπεστιγμένου δέλτα γράψας ἐπισχεθέντων τῶν διαχωρημάτων πιθανὸν εἶναί φησι κατὰ τὴν εἰκοστὴν ἑβδόμην ἡμέραν ἀποθανεῖν τὸν Ἑρμοκράτην. τινὲς δὲ τῶν ἐξηγητῶν διὰ τὸ ῥυῆναι κατὰ τὴν εἰκοστὴν καὶ τετάρτην ἡμέραν τὴν γαστέρα τὸν θάνατον αὐτῷ γεγονέναι φασί, παρατιθέμενοι τὸ ἐκ τοῦ Προρρητικοῦ κατὰ λέξιν οὕτως ἔχον· "κώφωσις καὶ οὖρα ἐξέρυθρα, ἀκατάστατα, ἐναιωρηθέντα, παρακρουστικά. τοῖς τοιούτοις ἰκτεροῦσθαι κακόν. τούτους ἀφώνους <μέν,> αἰσθανομένους δὲ συμβαίνει γίνεσθαι. οἶμαι δὲ καὶ κοιλίαι καταρρήγνυνται, οἷον Ἑρμίππῳ καὶ ἀπέθανεν." αὕτη μὲν ἡ ἐκ τοῦ Προρρητικοῦ λέξις, καὶ εἴρηται περὶ αὐτῆς, ὁπότ' ἐξηγούμεθα τὸ βιβλίον ἐκεῖνο. νυνὶ δὲ τοσοῦτον εἰπεῖν ἐξαρκέσει πάλιν ἀναμνήσεως ἕνεκεν ὧν τ' ἐν ἐκείνοις ἐξηγησάμεθα καὶ ὧν ἐν τῷδε τῷ βιβλίῳ μέχρι δεῦρο. συνέβη γὰρ τὸν Ἑρμοκράτην μήτε δι' ἐπί|