Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.561
Not analysed yet
σχεσιν γαστρὸς μήτε δι' ἔκκρισιν ἀποθανεῖν, ἀλλὰ ταῦτα μὲν ἐπιφανῆναι συμπτώματα τῆς διαθέσεως, ὥσπερ καὶ ὁπότε πρόσθεν ἀπέκρινε συγκεκαυμένα, ταῖς κατὰ τὸ ἧπαρ διαθέσεσιν ἀμφοτέρων ἑπομένων, ὡς ἐδείξαμεν ἐν ἄλλοις τέ τισι κἀν τοῖς Περὶ τῶν πεπονθότων τόπων ὑπομνήμασιν. φαίνεται δὲ καὶ ὁ θάνατος αὐτῷ γεγονέναι μάλιστα μὲν διὰ τὸ ἧπαρ, ἔτι δὲ καὶ <διὰ> τὸ τὰ κατὰ τὴν κεφαλὴν οὐκ ἔχειν κατὰ φύσιν. ἔτι δ' ἀλογώτερον ἐξηγοῦνται τὸν ἄρρωστον οἱ φάσκοντες <αὐτὸν> διὰ τοῦτο γεγράφθαι μόνον, ἵνα τὴν τῶν κρισίμων ἡμερῶν δύναμιν ἐξετάσωμεν, ὥσπερ οὐκ ἐπὶ πάντων μὲν τῶν νοσούντων κοινῶς τούτων παρατετηρημένων, ἀλλὰ καθ' ἕκαστον ἰδίως κατὰ τὰς συμβάσας αὐτοῖς διαθέσεις. Τρίτος ἄρρωστος. Ὁ κατακείμενος ἐν τῷ Δεάλκους κήπῳ. |