Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.563
Not analysed yet
ἐσθίειν ὁσημέραι, καθάπερ οἱ λέοντες. οὐδὲ γὰρ εἰ γείτων εἴη τῶν <ὕε>ια κρέα πιπρασκόντων, ἀναγκαῖον αὐτῷ πλεῖστα προσφέρεσθαι ταῦτα, καθάπερ ἀθλητῇ. τρίτον <δ'> ἐπὶ τούτοις ἔτι <καίτοι> πολλὴν ἀφθονίαν ἔχοντες λόγων εἰς τὸ διαβάλλειν τὸν ἐν τοῖς κήποις ἀέρα τοῦτο μὲν ὅλον τὸ μέρος ἐξέλιπον, ἐξετράποντο δ' ἐπὶ τὰ λάχανα, δυνάμενοι καὶ τῶν ὀχετῶν μνημονεύειν ὡς τὰ πολλὰ τοὺς ἀποπάτους ἐκκαθαιρόντων εἰς τοὺς κήπους ἅπασάν τε τὴν τοιαύτην δυσωδίαν ἔτι τε τὴν ἀπὸ τῶν λαχάνων καὶ δένδρων καὶ θάμνων ἀναθυμίασιν, ὥσπερ ἀπό τε κράμβης καὶ καρύας καὶ πύξου· φανερῶς γὰρ ὁ πέριξ ἀὴρ μοχθηρὸς ἀπὸ τῆς τούτων ὁμιλίας γίγνεται. ἀλλὰ γὰρ ἅλις ἤδη μοι καὶ τῶν περὶ τὰς τοιαύτας ἐξηγήσεις ἀντιλογιῶν. ἐπὶ δὲ τὰ χρήσιμα μεταβὰς ἀκολουθήσω ταῖς Ἱπποκράτους λέξεσιν. Κεφαλῆς βάρος καὶ κρόταφον δεξιὸν ἐπωδύνως εἶχε χρόνον πολύν. μετὰ δὲ προφάσιος πῦρ ἔλαβε, κατεκλίνη. |