Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.562
Not analysed yet
Κἀνταῦθα πάλιν οἱ περὶ τὸν Σαβῖνόν φασι τὸν κῆπον προσκεῖσθαι συναίτιον τῆς νόσου γενόμενον τἀνθρώπῳ, καὶ γράφουσί γε κατὰ λέξιν οὕτως· "διὰ τοῦτο γὰρ μήποτε καὶ τὸν κῆπον παρέθετο, <ἵνα> κἀντεῦθεν τὴν ἀφορμὴν τοῦ πυρε<τὸν αὐ>τῷ γεγονέναι ὑπεμφήνῃ. οὐ γάρ ἐστι ποηφάγον ζῷον ὁ ἄνθρωπος, ὥστε τῇ ἀλλοκότῳ διαίτῃ <χρώμενος> δικαίως <τὸν> νεωτερισμὸν ὑπομένειν." καὶ ταῦτα μὲν ἐκεῖνοι γεγράφασιν, ἐπεὶ δ' ἐν τούτῳ τῷ ὑπομνήματι παρὰ τὴν ἐμαυτοῦ προαίρεσιν εἰς ἔλεγχον ἀλλοκότων ἐξηγήσεων ἐπείσθην τοῖς ἑταίροις γράψαι τινά, καὶ νῦν ὀλίγα προσθήσω ταὐτὸν εἶδος ἔχοντα. πρῶτον μὲν οὖν οὔτε διὰ παντὸς οἰκεῖν ἔφη τὸν ἄνθρωπον ἐν τῷ Δεάλκους κήπῳ, κατακεῖσθαι δὲ μόνον ἔγραψεν, ἐνδεχόμενον ἔμπροσθεν μέν, ὅθ' ὑγίαινεν, οἰκεῖν αὐτὸν ἑτέρωθι, νοσήσαντα δὲ καταγωγῆς ἐπιτηδειοτέρας δεηθέντα τοιαύτην ἔχειν ἐν τῷ Δεάλκους κήπῳ. δεύτερον <δ'> οὐδ' ἀναγκαῖόν ἐστι τὸν ἐν κήπῳ καταγωγὴν ἔχοντα λάχανα σιτεῖσθαι διὰ παντὸς ὡς ποηφάγον ζῷον, ὥσπερ οὐδ' εἰ πλησίον εἴη τῶν αἴγεια κρέα πιπρασκόντων ἢ προβάτεια, ταῦτ' |