Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.565
Not analysed yet
Οὐ κατευθὺ τοῦ δεξιοῦ κροτάφου, |περὶ οὗ προεῖπεν ὡς ὀδυνωμένου, ῥυῆναί φησιν ὀλίγον ἄκρατον, ἀλλ' ἐξ ἀριστεροῦ. τὸ δ' ἄκρατον, ὅταν μὲν ἐπὶ χολῆς ξανθῆς ἢ μελαίνης ἢ ἰώδους λέγηται, πρόδηλον ἴσχει τὸ σημαινόμενον, ὡς πολλάκις ἤδη λέλεκται· τὴν γὰρ οἰκείαν χροιὰν καὶ σύστασιν ὅταν ἕκαστος τῶν χυμῶν εἰλικρινῆ διαφυλάττῃ, τηνικαῦτα κενοῦσθαι λέγομεν ἄκρατον αὐτόν. ἐπὶ δὲ τοῦ αἵματος ἴσως ἐξ ὑπεναντίου χρὴ νοεῖν ὑπ' αὐτοῦ λέγεσθαι τὸ ἄκρατον ἐν ἴσῳ τῷ "κακόκρατον". εὔδηλον δ' ὅτι τὸ μὲν τοῦ κατὰ φύσιν αἵματος χρῶμα τὸ ἐρυθρόν ἐστι, τὸ δ' ἄχρουν οὐ τοιοῦτον, ἀλλ' ἤτοι μελάντερον ἢ πυρρότερον ἐπισήμως, ὡς τὸ πολὺ δὲ μᾶλλον εἰθίσμεθα λέγειν ἄκρατον αἷμα τὸ μέλαν, ὅπερ εὐθέως καὶ παχὺ κατὰ τὴν σύστασίν ἐστιν. ὅτι μὲν οὖν ἔδει τὸν προκείμενον ἄρρωστον, εἴπερ ἦν ἰσχυρὸς τὴν δύναμιν, φλεβοτομηθῆναι πρόδηλον. ὅτι δ' οὐκ ἔγραψε περὶ τοῦ βοηθήματος ὁ Ἱπποκράτης οὐδέν, ἡ αὐτὴ ζήτησις ἔσται σοι τῇ κατὰ τὸν πρῶτον ἄρρωστον γεγραμμένῃ. |