Ancient Greek · ~2 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.566
Not analysed yet
Ἀπὸ δὲ κοιλίης κόπρανα καλῶς διῆλθε. Τοῦτο μόνον αὐτῷ φαίνεται μέτριον ἐν ἀρχῇ τῆς νόσου γεγονέναι. τὰ δ' ἄλλα πάντα μοχθηρὰ τὰ κατὰ τὴν ἑξῆς λέξιν γεγραμμένα. Οὖρα λεπτά, ποικίλα, ἐναιωρήματα ἔχοντα κατὰ σμικρὰ οἷον κρίμνα, γονοειδέα. τρίτῃ πυρετὸς ὀξύς, διαχωρήματα μέλανα, λεπτά, ἔπαφρα, ὑπόστασις πελιδνὴ διαχωρήμασιν, ὑπεκαροῦτο, ἐδυσφόρει περὶ τὰς ἀναστάσιας, οὔροισιν ὑπόστασις πελιδνή, ὑπόγλισχρος. Ὅτι πάντα τὰ εἰρημένα συμπτώματά τε καὶ σημεῖα μοχθηρὰ γέγονεν αὐτῷ, τοῖς μεμνημένοις τῶν ἐν τῷ Προγνωστικῷ γεγραμμένων εὔδηλόν ἐστιν, εἴρηται δ' οὐκ |