Ancient Greek
17a.573 to 17a.574
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.573-574
Not analysed yet
Ὀκτωκαιδεκάτῃ οὐ κατενόει, κωματώδης. ἐννεακαιδεκάτῃ διὰ τῶν αὐτῶν. Οὐδὲν ὅλως ἀξιόλογον ἔοικεν ἡ ἑπτακαιδεκάτη τῶν ἡμερῶν βοηθῆσαι τῷ ἀνθρώπῳ, ὅμως γε μὴν φαίνεται διαμαχομένη πρὸς τὴν νόσον ἡ φυσικὴ δύναμις αὐτοῦ καὶ τάχα που καὶ νικῶσα. Εἰκοστῇ ὕπνωσε, κατενόει πάντα, ἵδρωσεν, ἄπυρος, οὐκ ἐδίψη, <οὖρα δὲ λεπτά. >|Τρίτη μὲν αὕτη <γέγονεν ἡ> κρίσις, ἐπιχειρησάσης καὶ νῦν τῆς φύσεως λῦσαι τὸ νόσημα διὰ τῆς τῶν ἱδρώτων ἐκκρίσεως ἐν ἡμέρᾳ κρισίμῳ, καθάπερ κἀν ταῖς ἔμπροσθεν, (ἦσαν γὰρ κἀκεῖναι κρίσιμοι).