Ancient Greek · ~2 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.572
Not analysed yet
Καὶ ταῦτα τῆς καταλαβούσης αὐτὸν ἐκ δευτέρου πάλιν ὀξύτητος σημεῖά τε καὶ συμπτώματά ἐστιν, εἴ τι μεμνήμεθα τῶν ἐν τῷ Προγνωστικῷ δεδειγμένων καὶ κατὰ τὸ πρῶτον τῶν Ἐπιδημιῶν. ἀλλὰ γὰρ οὐ δεῖ μυριάκις λέγειν τὰ αὐτά. Ἑπτακαιδεκάτῃ πρωὶ ἄκρεα ψυχρά, περιεστέλλετο, πυρετὸς ὀξύς, ἵδρωσε δι' ὅλου, ἐκουφίσθη, κατενόει μᾶλλον, οὐκ ἄπυρος, διψώδῃς, ἤμεσε χολώδεα, ξανθά, ὀλίγα, ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε, μετ' ὀλίγον δὲ μέλανα, ὀλίγα, λεπτά· οὖρα λεπτά, οὐκ εὔχρω. Φαίνεται πάλιν ἡ ἑπτακαιδεκάτη τῶν ἡμερῶν ἱδρῶτά τινα ποιησαμένη μὴ δυνηθέντα τελέως λῦσαι τὸ νόσημα διὰ τὴν τῶν χυμῶν ἀπεψίαν, ἐφ' οἷς φαίνεται νοσήσας ὁ ἄνθρωπος. |