Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.577
Not analysed yet
καὶ τούτοις ἔπραξα. γιγνώσκων δ' ἐμαυτὸν ἐν ἅπασιν οἷς ἐγεγράφειν ἐξηγησάμενον ἀεὶ τὴν Ἱπποκράτους γνώμην, ἅμα τῷ καὶ τὰς ἐπικαιροτάτας αὐτοῦ τῶν ῥήσεων παρατεθεῖσθαι, περιττὸν ἡγούμην εἶναι γράφειν ἐξηγήσεις ἐν ὑπομνήμασι καθ' ἑκάστην λέξιν ἀπ' ἀρχῆς ἕως τέλους ἁπάντων αὐτοῦ τῶν βιβλίων. ἐπεὶ δὲ καὶ ταύτας ἔχειν ἐδεήθησαν ἔνιοι τῶν ἑταίρων, ἀπὸ τῶν γνησιωτάτων καὶ χρησιμωτάτων Ἱπποκράτους βιβλίων ἠρξάμην, τὸν αὐτὸν φυλάττων σκοπὸν <ἐν τούτοις> τοῖς συγγράμμασιν, ὃν κἀν τοῖς ἔμπροσθεν ἐπεποιήμην. ἔστι δ' οὗτος, ὅσα διηνεκῶς ἢ πλειστάκις ἐπὶ τῶν ἀρρώστων ὁρᾶται, ταῦτα μόνα γράφειν ἄνευ τοῦ διελέγχειν τοὺς ἤτοι τὰ σπάνια γράψαντας ἢ τὰ μηδ' ὅλως ὁρώμενα καὶ ψευδῆ παντάπασιν ὄντα. καί μοι τά τε <Εἰς τὸ> περὶ ἀγμῶν καὶ περὶ ἄρθρων ὑπομνήματα καὶ πρὸς τούτοις <τὰ> Εἴς τε τὸ περὶ ἑλκῶν καὶ <τὸ περὶ> τῶν ἐν τῇ κεφαλῇ τρωμάτων, <Εἰς> Ἀφορισμούς τε καὶ Προγνωστικὸν οὕτως ἐγένετο. μετὰ δὲ ταῦτα τοῖς ἑταίροις παρακαλέσασι πεισθεὶς ἐξηγήσεις