Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.578
Not analysed yet
ἐν ὑπομνήμασιν ἔγραψα τοῦ Περὶ διαίτης ὀξέων προτέρου |μὲν <τοῦ μ>έχρι τῆς τῶν βαλανείων χρήσεως μέρους τοῦ βιβλίου, ὃ καὶ γνησιώτατον εἶναι πεπίστευται, δευτέρου δὲ τοῦ μετ' αὐτό, καὶ γὰρ καὶ τοῦτο φαίνεται πολλὰ κατὰ τὴν Ἱπποκράτους γνώμην ἔχειν ἐν ἑαυτῷ θεωρήματα. μετὰ δὲ τοῦτο τοῦ Περὶ χυμῶν ἐξηγήσεις ἐποιησάμην διὰ ταχέων ἐν ἡμέραις ὀλίγαις, ἐπειγομένου πρὸς ἀποδημίαν τοῦ παρακαλέσαντος αὐτὰς γράψαι. δοξάντων δὲ καὶ τούτων ἔχειν καλῶς (ἐξέπεσε γὰρ εἰς πολλούς), ἐκ τούτου συνέβη μὴ μόνον τοὺς ἑταίρους, ἀλλὰ καὶ ἄλλους πολλοὺς τῶν φίλων ἰατρῶν προτρέψαι <με> πάντων τῶν Ἱπποκράτους βιβλίων ἐξηγήσεις ποιήσασθαι. καὶ τοίνυν ἐποιησάμην ἤδη τοῦ τε Κατ' ἰητρεῖον καὶ τοῦ πρώτου καὶ δευτέρου τῶν Ἐπιδημιῶν, ἐφ' οἷς μέλλοντος ἄρξασθαί μου τῶν εἰς τὸ τρίτον ἐξηγητικῶν συνέβη <με> παρακληθῆναι πάνυ λιπαρῶς ὑπό τινων εἰς τὸ Προρρητικὸν ἤδη ποιῆσαι. ἐγένετο δ' ἡ παράκλησις αὕτη λόγου ποτ' ἐμπεσόντος ἡμῖν ἐν περιοδίᾳ περὶ τῶν ἐν <τῷ> Προγνωστικῷ καὶ τοῖς Ἀφορισμοῖς εἰρημένων. ἐδείκνυον γὰρ ἅπαντα μὲν ταῦτα μεγάλην ἔχοντ' ἐπὶ τῶν νοσούντων δύναμιν, ἐὰν δ' |