Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.595
Not analysed yet
σαφῆ· τοῦτο γάρ ἐστι τὸ μάλιστα προκείμενόν μοι ἐν τοῖς ἐξηγητικοῖς βιβλίοις. φαίνεται δὴ τὸ πνεῦμα μετέωρον οὐκ εἶναι σαφές. ἀμέλει Σαβῖνος ὑπὲρ αὐτοῦ κατὰ τήνδε τὴν λέξιν ἔγραψε· "μετέωρος δ' ἦν ἡ ἀναπνοή, τουτέστιν ἄκρᾳ τῇ ῥινὶ ἀνέπνει, διὰ φλεγμονὴν τῆς ἀρτηρίας, κλειομένης τῆς εὐρυχωρίας καὶ μηκέτι δυναμένης τῆς ὁλκῆς τοῦ πνεύματος εἰς τὸν πνεύμονα γενέσθαι." ἀσαφὴς δ' ἐστὶ καὶ ἡ αὐτοῦ τοῦ Σαβίνου ῥῆσις, ὡς ἐξηγητοῦ πάλιν ἑτέρου δεῖσθαι. δοκεῖ δέ μοι βούλεσθαι δηλοῦν ἐκείνους ἀναπνεῖν ἄκρᾳ τῇ ῥινὶ τοὺς κινοῦντας αὐτῆς ἐν ταῖς ἀναπνοαῖς τὰ πτερύγια. πολλοὺς γὰρ τῶν νοσούντων οὕτως εἴδομεν ἀναπνέοντας, ὡς ἐν μὲν ταῖς εἰσπνοαῖς προσστέλλειν, ἐν δὲ ταῖς ἐκπνοαῖς διαστέλλειν αὐτά, καὶ συμβαίνει γε τοῦτο τοῖς τε πνιγομένοις ὑπὸ κυνάγχης ἢ περιπνευμονίας ἢ ἐμπυήματος ἔτι τε τοῖς ἀρρώστοις τὴν δύναμιν. ὅπως μὲν οὖν ἐπὶ τῶν ἀρρώστων γίγνεται, νῦν οὐκ ἀνάγκη λέγειν· ὅπως δ' ἐπὶ τῶν <δυσπνοούντων> διὰ τὴν στενοχωρίαν τῶν ἀναπνευστικῶν ὀργάνων, νῦν ἐροῦμεν, εὐθὺς καὶ διὰ τί μετέωρον ὠνόμασεν ὁ Ἱπποκράτης τὸ |