Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.594
Not analysed yet
οἴδημα ὑπέρυθρον, σκληρὸν τραχήλου καὶ ἐπὶ στῆθος ἐξ ἀμφοτέρων, ἄκρεα ψυχρά, πελιδνά, πνεῦμα μετέωρον, ποτὸν διὰ ῥινῶν, καταπίνειν οὐκ ἠδύνατο, διαχωρήματα καὶ οὖρα ἐπέστη. τετάρτῃ πάντα παρωξύνθη. πέμπτῃ ἀπέθανε κυναγχική. Οὔτε ἐν ἅπασι τοῖς ἀντιγράφοις οὕτως εὑρίσκεται γεγραμμένον τὸ τέλος τῆς ῥήσεως οὔθ' ὑπὸ τῶν ἐξηγησαμένων τὸ βιβλίον ἁπάντων φαίνεται γιγνωσκόμενον. ἀλλὰ καὶ τούτων ἔνιοι μὲν ἀντὶ τοῦ πέμπτῃ "ἑβδόμῃ" γράφουσιν, ἔνιοι δ' "ὀγδόῃ". Καπίτων δ', (οὐκ οἶδα τί δόξαν αὐτῷ) καὶ τὸ τῆς ἡμέρας ἀφείλετο καὶ τὸ κυναγχική, καὶ πρὸς τούτοις ἔτι τὸ τετάρτῃ πάντα παρωξύνθη χωρὶς τοῦ τετάρτῃ γράφει, τὸ τέλος ὅλον τῆς ῥήσεως τοιοῦτον ποιήσας· "διαχωρήματα καὶ οὖρα ἐπέστη, πάντα παρωξύνθη, ἀπέθανε." περὶ μὲν οὖν τῆς βελτίονος γραφῆς ὕστερον ἐπισκεψόμεθα, πρότερον δὲ τῶν εἰρημένων ἐπ' αὐτῆς ἐξηγησόμεθα τὰ μὴ |