Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.599
Not analysed yet
ραν· ἄκρεα ψυχρά, πελιδνά. προειρηκὼς γὰρ τῇ τρίτῃ ῥῖγος, πυρετὸς ὀξὺς ἐπήνεγκεν ἄκρεα ψυχρά, πελιδνά. νεκρώσεως δ' ἐστὶ καὶ σβέσεως τῆς ἐμφύτου θερμασίας σημεῖον ἡ τῶν ἄκρων ψῦξίς τε καὶ πελίωσις ἐν ὀξέσι πυρετοῖς γιγνομένη. οὕτως οὖν συνέβη τῇ νοσούσῃ καὶ ἡ τῶν διαχωρημάτων καὶ ἡ τῶν οὔρων ἐπίσχεσις, ὡς ἂν ἤδη νεκρουμένων ἁπασῶν τῶν <κατὰ φύσιν> ἐνεργειῶν. διὸ καὶ πιθανόν ἐστι μήτε κατὰ τὴν ἑβδόμην ἡμέραν ἀποθανεῖν τὴν ἄνθρωπον μήτε κατὰ τὴν ὀγδόην· οὐδὲ γὰρ ἐξαρκέσαι δυνατὸν ἦν τοσοῦτον χρόνον τὴν δύναμιν, ἤδη κατὰ τὴν τρίτην ἡμέραν συμπτώματά τε καὶ σημεῖα σχοῦσαν ἀποψυχομένης γε τῆς φύσεως. ὁ Ἱπποκράτης γοῦν ἐν τοῖς οὕτως ὀξέσι νοσήμασιν εἰωθὼς τὰ καθ' ἑκάστην ἡμέραν γενόμενα γράφειν οὐκ ἂν παρέλιπεν εἰπεῖν τι καὶ περὶ τῆς πέμπτης ἡμέρας καὶ τῆς ἕκτης. ἐπεὶ τοίνυν ἐπὶ συμπληρωθείσῃ τῇ τῆς τρίτης ἡμέρας διηγήσει τῆς τετάρτης μόνης ἐμνημόνευσε, πάντ' ἐν αὐτῇ παροξυνθῆναι λέγων, ἔτι καὶ μᾶλλόν ἐστι δῆλον, ὡς ἀδύνατον ἦν ἄχρι τῆς ἑβδόμης ἢ τῆς ὀγδόης ἡμέρας