Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.600
Not analysed yet
ζῆσαι τὴν γυναῖκα. παραδόξους μὲν γὰρ μεταβολὰς ἐν τῷ σπα|νίῳ γιγνομένας διὰ ῥώμην φύσεως ἡμεῖς τε πολλάκις ἐθεασάμεθα καὶ ὁ Ἱπποκράτης αὐτὸς ἐν τῇ διηγήσει τῶν ἀρρώστων ἔγραψε μετὰ τοῦ συνεπισημαίνεσθαι τοῦτ' αὐτὸ καὶ δηλοῦν ἄμεινον ἐσχηκέναι τὸν ἄρρωστον. ἀλλὰ νῦν γε κατὰ τὴν τρίτην ἡμέραν σὺν ὀξεῖ πυρετῷ τῶν ἀκρέων ψυχρῶν τε καὶ πελιδνῶν γενομένων, ἐπισχεθέντων <δὲ τῶν διαχωρουμένων> τε καὶ τῶν οὐρουμένων, εἰ καὶ μὴ προσεγεγράφει· τετάρτῃ πάντα παρωξύνθη, πάντως ἂν ἐτεθνήκει περὶ τὴν πέμπτην ἡμέραν. ἐπεὶ δὲ καὶ τοῦτο προσέγραψεν, ἔτι καὶ μᾶλλον ἄν τις ἀποφαίνοιτο θαρρῶν τὴν οὕτως ἔχουσαν μηδ' εἰς τὴν ἕκτην ἡμέραν ἀφικέσθαι ζῶσαν, καὶ πολύ γε μᾶλλον εἰς τὴν ἑβδόμην ἔτ' ἀδυνατώτερον ἢ εἰς τὴν ὀγδόην. ἄξιον οὖν θαυμάσαι, πῶς ὑπέγραψεν ὁ πρῶτος ὑπογράψας τοὺς χαρακτῆρας οὕτως, ὡς δηλοῦσθαι κατὰ τὴν ὀγδόην ἡμέραν τεθνηκυῖαν αὐτήν, καὶ τούτου μᾶλλον ἔτι, πῶς καὶ Ζήνων ὁ Ἡροφίλειος, οὐχ ὁ τυχὼν ἀνήρ, ἐξηγούμενος τοὺς προσγεγραμμένους χαρακτῆρας ἐν τῷ τρίτῳ τῶν Ἐπιδημιῶν καὶ αὐτὸς ἐν τῇ ὀγδόῃ τῶν ἡμερῶν ἀποθανεῖν φησι τὴν κυναγχικὴν καὶ τοῦτο δηλοῦσθαι διὰ τῶν χαρακτήρων τοιούτων |