Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.603
Not analysed yet
τῆς κατὰ |τὸ τρίτον τῶν Ἐπιδημιῶν γραφῆς, ἀλλὰ μετὰ τὸν πρῶτον χαρακτῆρα τοῦ ρ γεγραμμένου, καθάπερ ἐκεῖνοί φασιν. παρεισέρχεται δ' ἐνταῦθα λοιπὸν ἤδη μακρός τις λόγων ἑσμός. οἰήσεται γάρ τις ὄντως ὑφ' Ἱπποκράτους προσκεῖσθαι τοὺς χαρακτῆρας τοῖς ἀρρώστοις, εἴπερ οἱ ἀντιλέγοντες τῷ Ζήνωνι τὸ ρ φασίν, οὐ τὸ κάτωθεν ἀπεστιγμένον Δͅ γεγράφθαι. ἀλλ' ἐὰν ἀναγνῷ τὰ τῶν ἀντειπόντων τῷ Ζήνωνι βιβλία, μήθ' Ἱπποκράτους εἶναι λεγόντων τοὺς χαρακτῆρας εὑρεθῆναί τε βιβλίον τι τῶν τοῦ Πτολεμαίου τοῦ Εὐεργέτου κληθέντος ἔχον αὐτοὺς διεσκευασμένους ὑπὸ <Μνήμονος, ἀδοκιμωτέρου> τινὸς ἰατροῦ, Παμφυλίου <μὲν> τὸ γένος ἐκ πόλεως Σίδης, Κλεοφαντείου δὲ τὴν αἵρεσιν, ἀκούσῃ δὲ καὶ τὴν αἰτίαν, δι' ἣν ἐνέγραψε τῷ βιβλίῳ τοὺς χαρακτῆρας τούτους ὁ Μνήμων, οὐ δόξουσιν αὐτῷ διαφέρεσθαι πρὸς ἑαυτοὺς οἱ ἀντειπόντες τῷ Ζήνωνι, μήθ' Ἱπποκράτους εἶναι μήθ' οὕτως γεγράφθαι τοὺς χαρακτῆρας, ὡς ἐκεῖνος ἐξηγήσατο. ἐμοὶ μὲν οὖν δοκεῖ καὶ τὰ μέχρι νῦν εἰρημένα περιττά τ' εἶναι καὶ μηδὲν ὀνινάναι τοὺς ἀναγνωσομένους εἰς τὰ τῆς τέχνης ἔργα, |