Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.602
Not analysed yet
στοιχεῖόν ἐστιν ἔχον ἀπὸ μέσης τῆς κάτω γραμμῆς ἑαυτοῦ γραμμὴν ἑτέραν ὀρθὴν εἰς τὸ κάτω μέρος ἠγμένην, ὥσπερ τὸ ι γράφομεν, ὁ δ' ἐφεξῆς ἐστι διὰ τοῦ ε γράμματος. ἐκ τούτων δέ φησιν ὁ Ζήνων τῶν διαχωρημάτων τὴν ἐπίσχεσιν δηλοῦσθαι, τοῦ μὲν ἀπεστιγμένου κάτω δέλτα καθ' ὁντινοῦν τρόπον διαχωρούμενα δηλοῦντος, (καὶ γὰρ ἱδρῶτος αὐτό φησι σημεῖον, οὐκ οὔρων μόνον ἢ διαχωρημάτων εἶναι,) τοῦ δὲ ε τὴν ἐποχὴν ἢ ἐπίσχεσιν αὐτῶν, ὁποτέρως ἂν ὀνομάζειν ἐθέλῃς, ὡς εἶναι τὴν ὅλην διάνοιαν τῶν σημείων τοιάνδε· πιθανόν ἐστι τῶν διαχωρουμένων ἐπισχεθέντων ὀγδοαίαν ἀποθανεῖν τὴν κυναγχικήν. θαυμάζω τοίνυν, ὅπερ ἔφην, τῶν ἀκριβεστέρων ἀντιγράφων ἐχόντων τὴν πέμπτην ἡμέραν, ὁμολογοῦντός <τε> τῇ γραφῇ τῇδε καὶ αὐτοῦ τοῦ γράμματος, ὡς ὀλίγον ἔμπροσθεν ἐδείκνυον, αὐτόν τε τὸν Ζήνωνα τὴν ὀγδόην ἡμέραν ἐπίστασθαι γεγραμμένην ἀντιλέγοντάς τέ τινας αὐτῷ περὶ μὲν τούτου μηδὲν εἰρηκέναι, περὶ δὲ τῶν χαρακτήρων ἐλέγχειν αὐτὸν ὡς μεταγράψαντα τὸ δεύτερον γράμμα καὶ ποιήσαντα τὸ ἀπεστιγμένον Δͅ ,μὴ οὕτως ἐχούσης