Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.605
Not analysed yet
πραγματείαις ἅπαντα τῆς ἰατρικῆς τέχνης τὰ χρήσιμα διελθὼν οὕτως ἧκον ἐπὶ τὰς τῶν Ἱπποκρατείων βιβλίων ἐξηγήσεις, ἐν αἷς ἐπιμαθεῖν μὲν οὐδὲν ἔχουσιν οἱ μανθάνοντες τὴν τέχνην ἔξωθεν ὧν ἐν ταῖς ἰατρικαῖς πραγματείαις ἔγραψα κατὰ διέξοδον σαφῶς, ὡς καὶ τοὺς ἀμβλεῖς τὴν διάνοιαν ἕπεσθαι τοῖς λεγομένοις, ἱστορίας δὲ γνῶσιν ἕξουσιν, ἀφ' ἧς οἱ πολλοὶ τῶν ἀνθρώπων θαυμάζουσιν ἐνίοτε τῶν τὰς τέχνας μεταχειριζομένων τινάς, οἰόμενοι τοὺς πολυίστορας καὶ πολυμνήμονας ἀνθρώπους εὐθὺς καὶ τὰ τῆς τέχνης διαγιγνώσκειν θεωρήματα. καὶ νῦν οὖν ἐρῶ τὴν περὶ τῶν χαρακτήρων ἱστορίαν ἅπασαν, ἐπειδὴ τοῦτο δοκεῖ τοῖς τε φίλοις καὶ τοῖς ἑταίροις ἅπαξ ἐνθάδε γενέσθαι βέλτιον εἶναι. λέλεκται μὲν οὖν ἃ μέλλω λέγειν ὑπὸ Ζεύξιδος ἐν τῷ πρώτῳ τῶν εἰς τὸ προκείμενον βιβλίον ὑπομνημάτων· καὶ ἦν ἴσως ἄμεινον, ὥσπερ εἴωθα ποιεῖν ἐν τοῖς τοιούτοις, ἀναπέμψαι τοὺς βουλομένους τὴν ἱστορίαν ταύτην γνῶναι πρὸς ἐκεῖνο τὸ βιβλίον, ἀλλ' ἐπειδὴ τὰ τοῦ Ζεύξιδος ὑπομνήματα μηκέτι σπουδαζόμενα σπανίζει, διὰ τοῦτ' ἠξίωσαν |