Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.606
Not analysed yet
ἐμὲ διελθεῖν αὐτὰ τὴν ἀρχὴν ἀπὸ τοῦ Μνήμονος ποιησάμενον. ἔνιοι μὲν γάρ φασιν αὐτόν, λαβόντα τὸ τρίτον τῶν Ἐπιδημιῶν ἐκ τῆς ἐν Ἀλεξανδρείᾳ μεγάλης βιβλιοθήκης ὡς ἀναγνωσόμενον, ἀποδοῦναι παρεγγράψαντα ἐν αὐτῷ καὶ μέλανι καὶ γράμμασι παραπλησίοις τοὺς χαρακτῆρας τούτους. ἔνιοι δὲ παρ<εγγεγραμμένον τὸ βιβλίον> αὐτὸν ἐκ Παμφυλίας κεκομικέναι, φιλότιμον δὲ περὶ βιβλία τὸν <τό>τε βασιλέα τῆς Αἰγύπτου Πτολεμαῖον οὕτω γενέσθαι φασίν, ὡς καὶ τῶν καταπλεόντων ἁπάντων τὰ βιβλία κελεῦσαι πρὸς αὑτὸν κομίζεσθαι καὶ ταῦτ' εἰς καινοὺς χάρτας γράψαντα διδόναι μὲν τὰ γραφέντα τοῖς δεσπόταις, ὧν καταπλευσάντων ἐκομίσθησαν αἱ βίβλοι πρὸς αὐτόν, εἰς δὲ τὰς βιβλιοθήκας ἀποτίθεσθαι τὰ κομισθέντα, καὶ εἶναι τὴν ἐπιγραφὴν αὐτοῖς Τῶν ἐκ πλοίων. ἓν δή τι τοιοῦτόν φασιν εὑρεθῆναι καὶ τὸ τρίτον τῶν Ἐπιδημιῶν ἐπιγεγραμμένον· Τῶν ἐκ πλοίων κατὰ διορθωτὴν Μνήμονα Σιδήτην, ἔνιοι δ' οὐ κατὰ διορθωτὴν ἐπιγεγράφθαι φασίν, ἀλλ' ἁπλῶς τοὔνομα τοῦ Μνήμονος, ἐπειδὴ καὶ τῶν ἄλλων ἁπάντων τῶν καταπλευσάντων ἅμα βιβλίοις ἐπέγρα|