Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.608
Not analysed yet
ἀργύριον. ὁ δ' οὖν Μνήμων, εἴτ' αὐτὸς ἐκόμισε τὸ βιβλίον εἴτε λαβὼν ἐκ τῆς βιβλιοθήκης παρενέγραψε, φαίνεται πράξας ἕνεκα χρηματισμοῦ τοῦτο. μόνον γὰρ ἐπίστασθαι λέγων ἑαυτόν, ἃ δηλοῦσιν οἱ χαρακτῆρες, μισθὸν τῆς ἐξηγήσεως αὐτῶν εἰσεπράττετο· καὶ εἴπερ τοῦθ' οὕτως ἔχει, πιθανώτερόν ἐστι τὸ κατὰ τὴν βιβλιοθήκην ἀποκείμενον ὑπ' αὐτοῦ διεσκευάσθαι. πολὺ γὰρ ἀξιοπιστότερον ἔμελλεν αὐτῷ τὸ τῆς ἐξηγήσεως ἔσεσθαι, τῆς βασιλικῆς βιβλιοθήκης <βίβλου τινὸς> ἐχούσης τοὺς χαρακτῆρας. ὕποπτος δ' ἂν ἦν, εἴ<περ> αὐτὸς ἐκεκομίκει τὸ βιβλίον οἴκοθεν. οὐκ ὤκνησα δ' ἂν οὐδὲ τὰς ὑφ' Ἡρακλείδου τοῦ Ταραντίνου τε καὶ τοῦ Ἐρυθραίου γεγραμμένας ἀποδείξεις τοῦ παρεγγεγράφθαι τοὺς χαρακτῆρας εἰπεῖν, εἰ μή γε τοῖς νοῦν ἔχουσι πρόδηλον ἐνόμιζον εἶναι τοῦτο καὶ θᾶττον ἔσπευδον ἀπαλλαγῆναι τῆς τοιαύτης πολυλογίας. ἐπάνειμι τοίνυν ἐπὶ τὸ χρήσιμον, οὗπερ ἕνεκα καὶ τὴν τῶν ἀρρώστων τούτων ἱστορίαν ἀναλεγόμεθα. γελοῖον γάρ ἐστι διὰ τοῦτ' ἀποθανεῖν νομίσαι τὴν ἄνθρωπον, ὅτι τῶν διαχωρημάτων ἐπίσχεσις ἐγένετο. οὐ γὰρ δὴ διὰ |