Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.609
Not analysed yet
τὴν ἐπίσχεσιν ἀπέθανεν, ἀλλὰ συνέβαινεν αὐτῇ διὰ τοῦτ' ἐπέχεσθαι τὰ διαχωρούμενα, νεκρουμένων τῶν κατὰ φύσιν ἐνεργειῶν. οὐδὲ γὰρ διότι ψυχρὰ καὶ πελιδνὰ τὰ ἄκρεα κατὰ τὴν τρίτην ἡμέραν ἐγένετο, διὰ τοῦτ' ἀπέθανεν, ἀλλὰ διότι ἀπέθνῃσκεν, ἐνεκροῦτο καὶ ταῦτα. καὶ αὐτὸς δ' ὁ Ἱπποκράτης <ἀπορῶν> ὥσπερ μαντευσάμενος ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως προσέγραψε <τῷ> ἀπέθανε <τὸ> κυναγχική, καίτοι προειρηκὼς εὐθὺς ἐν ἀρχῇ· ἡ κυναγχικὴ ἡ παρὰ <τὰ> Βίτωνος. ἀλλ' ἡ κατὰ τὸ τέλος προσθήκη τοιαύτην τινὰ ἔχει τὴν ἔνδειξιν· "ἀπέθανεν ἡ ἄνθρωπος αὕτη διὰ τὴν κυνάγχην." οὕτως γοῦν ἔγραψε κἀν τῷ Προγνωστικῷ περὶ τῶν ὀλεθρίων κυναγχῶν· "αὗται γὰρ καὶ αὐθημερὸν ἀποπνίγουσι καὶ δευτεραῖον καὶ τριταῖον <καὶ τεταρταῖον>." εἰκὸς οὖν καὶ τὴν προκειμένην ἐν τῷ λόγῳ γυναῖκα διὰ τοῦτ' ἀποθανεῖν τριταίαν, ἡνίκα καὶ τὰ ἄκρεα πελιδνὰ καὶ ψυχρὰ καὶ τῶν διαχωρημάτων ἐπίσχεσις ἐγένετο, ὥστ' εἰκάζειν χρὴ τὴν δύναμιν αὐτῆς ἰσχυρὰν οὖσαν ἐξαρκέσαι μέχρι τῆς πέμπτης ἡμέρας. τὸ δ' ἄχρι τῆς ὀγδόης ἀδύνατον.