Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.615
Not analysed yet
τοὺς δρόμους ἐκ περιττοῦ δοκεῖ προγεγραφέναι τοὺς πόνους, περιέχονται γὰρ ὡς γένος ἐν εἴδει τοῖς δρόμοις· διό τινες ἀντὶ τοῦ πόνων πότων ἔγραψαν, ὑπαλλάξαντες τὸ πρῶτον ν τῆς δευτέρας συλλαβῆς εἰς τὸ τ. ἡ δ' ἐφεξῆς πᾶσα διήγησις τῶν συμβάντων τῷ μεικαρίῳ παράδειγμά ἐστιν ὀξέος νοσήματος ἐν ἡλικίαις καὶ μάλιστα ταῖς τῶν νέων γινομένου. τὰ μὲν οὖν ἄλλα συμπτώματα τῆς κατὰ τὴν νόσον ὀξύτητός ἐστιν, ἐξ ὧν δ' ἄν τις προγνοίη κίνδυνον ἢ θάνατον, ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν εἴρηται τὰ ὑπομέλανα οὖρα, κατὰ δὲ τὴν δευτέραν τὸ σμικρὰ ἐφιδροῦν, κατὰ δὲ τὴν τρίτην <τό τε ἀσῶδες καὶ> ὁ πολὺς βληστρισμός, ἐν ἁπάσαις δὲ ταῖς ἡμέραις τὸ μηδ' ὅλως ὑπνῶσαι. ταυτὶ μὲν οὖν τὰ κινδυνώδη, τὰ δ' ἄκρεα πελιδνὰ ψυχρὰ γενόμενα τῇ τρίτῃ τῶν ἡμερῶν ἐν ὀξεῖ πυρετῷ θανατώδη καὶ μᾶλλον ἔτι κατὰ τὴν ἡλικίαν ταύτην· γίνεται γὰρ ἤτοι διὰ μέγεθος ὑπερβάλλον τῆς ἐν τοῖς σπλάγχνοις φλεγμονῆς ἢ σβεννυμένης τῆς ἐμφύτου θερμασίας. περὶ δὲ τῆς καθ' ὑποχόνδριον ἐντάσεως ὑπολαπάρου φθάνομεν εἰρηκότες, ὅτι τὴν χωρὶς ὄγκου |