Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.614
Not analysed yet
Ὄγδοος ἄρρωστος. Τὸ μειράκιον, ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, πῦρ ἔλαβεν ἐκ κόπων καὶ πόνων καὶ δρόμων παρὰ τὸ ἔθος. τῇ πρώτῃ κοιλίη ταραχώδης χολώδεσι πολλοῖσι λεπτοῖσι, οὖρα λεπτά, ὑπομέλανα, οὐχ ὕπνωσε, διψώδης. δευτέρῃ πάντα παρωξύνθη, διαχωρήματα πλείω, ἀκαιρότερα· <οὐχ ὕπνωσε,> τὰ τῆς γνώμης ταραχώδεα, σμικρὰ ἐφίδρωσε. τρίτῃ δυσφόρως, διψώδης, ἀσώδης, πολὺς βληστρισμός, ἀπορίη, παρέκρουσεν, ἄκρεα πελιδνὰ καὶ ψυχρά, ὑποχονδρίου ἔντασις ὑπολάπαρος ἐξ ἀμφοτέρων. τετάρτῃ οὐχ ὕπνωσεν· ἐπὶ τὸ χεῖρον. ἑβδόμῃ ἀπέθανεν, ἡλικίῃ περὶ ἔτεα εἴκοσιν. Ἄρξασθαι μὲν τὴν νόσον αὐτῷ φησιν ἐκ κόπων <καὶ πόνων> ἐπ' ἀήθεσι γυμνασίοις γενομένων. ἴσμεν γὰρ ὅτι πόνους ὀνομάζει τὰ γυμνάσια, καθάπερ καὶ κόπους τὰς διαθέσεις τοῦ σώματος, ἐφ' αἷς, εἰ καὶ βραχύ τις κινοῖτο, ἤ<τοι> τονώδης αἴσθησις ἢ ἑλκώδης αὐτῷ γίνεται. προσθεὶς δὲ τοῖς πόνοις |