Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.617
Not analysed yet
ρων ὀξέως νενοσηκέναι. ἀλλ' ἐπεὶ καὶ κατὰ τὴν προγεγραμμένην ἄρρωστον τὴν κυναγχικὴν ἐπὶ τῷ τέλει πρόσκειται τὸ "κυναγχικὴ" καί τισιν ἄλλοις ἀρρώστοις ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως προσγέγραπταί τι τοιοῦτον, δι' οὗ τὸ χρήσιμον ἐμφαίνεται τῆς ἱστορίας, εὐλογώτερόν ἐστι τῷ προτέρῳ τῶν ἀρρώστων προσγεγράφθαι τὸ ὀξύ. τάχα δ' ὁ τοὺς χαρακτῆρας προσγράψας καὶ τοῦτο προσέγραψε, καὶ μικρὸν ὕστερον ἐπὶ τοῦ δεκάτου κατὰ τὴν τάξιν ἀρρώστου περὶ τῶν οὕτω προσγεγραμμένων εἰρήσεται τελέως. ΠΕΡΙ ΤΩΝ ΠΡΟΣΚΕΙΜΕΝΩΝ ΧΑΡΑΚΤΗΡΩΝ ΤΩΙ ΠΡΟΓΕΓΡΑΜΜΕΝΩΙ ΑΡΡΩΣΤΩΙ Ἐπειδὴ βέλτιον ἔδοξεν εἶναι τὴν λοιμώδη κατάστασιν εἰς τὸ τρίτον ὑπόμνημα φυλάξαι, προσθήσω τοῖς προειρημένοις ἔνια τῶν ἠμφισβητημένων τοῖς ἰατροῖς περὶ τῶν προσγεγραμμένων σημείων τῇ διηγήσει τοῦδε τοῦ μειρακίου <τοῦ> κατὰ τὴν ἑβδόμην ἡμέραν ἀποθανόντος. ὁ μὲν γὰρ Ζήνων ἔγραψε τούσδε τοὺς χαρακτῆρας· πρῶτον μὲν ἁπάντων τὸ πεῖ, τὴν διὰ μέσου γραμμὴν εὐθεῖαν ὀρθὴν ἔχον, ὃ τοῦ πιθανοῦ σημεῖον διὰ παντὸς εἶναι γέγραπται, δεύτερον δὲ <τὸ> ξ καὶ τρίτον ἐπ' αὐ|