Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.618
Not analysed yet
τῷ τὸ ζ καὶ τέταρτον τὸ θ, ÏÎθανοÌνΞΖΘ. τὸ μὲν οὖν ζῆτα τὴν ἑβδόμην ἡμέραν δηλοῦν φησι, τὸ δὲ θ τὸν θάνατον. ἀλλὰ ταῦτα μὲν ἐπὶ πάντων κοινά. τὸ δὲ ξ τοῦ ξένου σημεῖον εἶναι βούλεται. ξένον δέ τι γεγονέναι φησὶ τῷ μειρακίῳ τὸ γεγραμμένον ἐν ἀρχῇ τῆς διηγήσεως ἐκ κόπων <καὶ πόνων> καὶ δρόμων παρὰ τὸ ἔθος εἰς τὴν νόσον ἐμπεσεῖν αὐτόν. τὰ μὲν οὖν ἀντειρημένα τῷ Ζήνωνι περὶ τοῦ πρώτου σημείου τοῦ τὸ πιθανὸν δηλοῦντος, ἐπειδὴ κοινὰ πάντων ἐστὶ τῶν ἀρρώστων, ὀλίγον ὕστερον, ἐὰν δόξῃ, <διήξω>, προσθήσω <δὲ> πρότερον τὰ κατὰ τὸν προκείμενον ἄρρωστον ἰδίως ἐζητημένα. σκεψόμεθα <δ' αὐτά>, διότι περὶ πράγματος ἰατρικοῦ δοκεῖ τὴν ἀμφισβήτησιν ἐσχηκέναι. γράψαντος γάρ, ὡς καὶ πρόσθεν ἔφην, οὐ σμικρὸν βιβλίον τοῦ Ζήνωνος περὶ τῶν χαρακτήρων, εἶθ' ἕτερον αὐτοῦ μεῖζον Ἀπολλωνίου τοῦ ἐμπειρικοῦ πρὸς αὐτὸν ἀντιγράψαντος, εἶθ' ὕστερον πάλιν ἐκείνῳ τοῦ Ζήνωνος ἀντειπόντος, Ἀπολλώνιος ὁ Βυβλᾶς ἐπικληθεὶς ἔγραψε μετὰ ταῦτα καὶ αὐτὸς ἤδη τεθνεῶτος τοῦ Ζήνωνος βιβλίον ὑπὲρ τῶν χαρακτήρων οὐ μόνον ὡς διεσκευασμένους <αὐτοὺς> ἐλέγχων, ἀλλὰ καὶ τὸν καλούμενον παρεξέλεγχον ἐπ' αὐτοῖς <πρὸς> τὸν Ζήνωνα