Ancient Greek · ~5 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.624
Not analysed yet
φὲς εἰπεῖν ἐπί γε τοῦ μειρακίου τούτου, διότι μήτε τὴν ποιότητα μήτε τὴν ποσότητα τῶν γενομένων πότων γιγνώσκω, καίτοι πολλῆς οὔσης ἐν αὐτοῖς διαφορᾶς· καὶ γὰρ ἐν τῷ χρόνῳ διαφέρουσιν οἱ πότοι, τινὲς μὲν ἐν δυσὶ καὶ τρισὶν ἡμέραις, ἔνιοι δ' ἐν πολλαπλασίοις τούτων γιγνόμενοι, καὶ τὸ πινόμενον ἑκάστης ἡμέρας πλῆθος οὐ μικρὰν ἔχει διαφοράν, ἔτι τε πρὸς τούτοις ἡ ποιότης τοῦ πόματος, ἔνιοι μὲν γὰρ ἀκρατέστερον, ἔνιοι δ' ὑδαρέστερον, ἔνιοι δ' εὔκρατον πίνουσι καὶ τινὲς μὲν ψυχρόν, ἔνιοι δὲ θερμόν. καὶ τούτων δ' ἑκάτερον ἤτοι γ' ἐξ ἔθους ἢ παρὰ τὸ ἔθος ἔπιόν ποτε. προσέρχεται δὲ καὶ ἡ τῶν οἴνων αὐτῶν οὐ σμικρὰ διαφορὰ κατά τε τὸ γένος καὶ τὸν χρόνον· οὐ γὰρ τὴν αὐτὴν ἐργάζεται διάθεσιν ὁ νέος οἶνος καὶ ὁ παλαιός, οὐδ' ὁ παχὺς καὶ λεπτός, οὐδ' ὁ λευκὸς καὶ μέλας, οὐδ' ὁ εὐώδης καὶ δυσώδης, ὥσπερ οὐδ' ὁ αὐστηρὸς καὶ γλυκύς, ὥστ' εἰκότως ἔφην οὐκ ἔχειν ἀποφήνασθαι βέβαιον οὐδὲν ὑπὲρ τῆς ἐξ οἴνου βλάβης γενομένης τῷ μειρακίῳ. τό γε μὴν ὡς τὸ πολὺ κοινὸν ἁπάντων οἴνων ἀμετροτέρας πόσεώς ἐστιν, ὅτι καὶ τῶν νεύρων ἅπτονται καὶ |