Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.623
Not analysed yet
ἑβδόμης ἡμέρας ἴσως μὲν καὶ ὅτι τὴν δύναμιν |ἰσχυρὰν εἶχε φύσει, οὐ μὴν ἀλλὰ καὶ διὰ τὴν ἡλικίαν, ὥς<τ>', εἴ γε μὴ ταῦθ' ὑπῆρχεν αὐτῷ, κατὰ τὴν πέμπτην ἂν ἐτεθνήκει. φαίνεται δή μοι φιλοτιμούμενος πρὸς τὸν Ζήνωνα μᾶλλον ἢ ἀκριβῶς ἐξετάζων τὸ πρᾶγμα ταῦθ' ὁ Ταραντῖνος εἰρηκέναι. ταὐτὸ δὲ τούτῳ καὶ ὁ Ἀπολλώνιος ἔπαθεν, ἐξηγούμενος καὶ αὐτὸς φιλοπόνως τὸ ξ γράμμα δεύτερον ἐν τοῖς χαρακτῆρσι γεγραμμένον. ἠκολούθησαν δ' αὐτῷ καὶ ἄλλοι πολλοί, καὶ μάλισθ' ὅτι πρῶτον μὲν ἰατρικόν τι θεώρημα λέγει χρήσιμον ἐξηγεῖσθαι χωρὶς χαρακτήρων, εἶθ' ὅτι καὶ ἀληθὲς αὐτοῖς ἔδοξεν εἶναι τὸ ῥηθέν. διὰ τοῦτο γὰρ ἀποθανεῖν φησι τὸ μειράκιον, ὅτι παρὰ τὸ ἔθος ἐν κόποις καὶ πόνοις καὶ δρόμοις ἐγένετο. ἐγὼ δὲ τοὺς πόνους καὶ δρόμους, εἴπερ ἐκ τῆς προσηγορίας ταύτης δηλοῦται τὰ πλείω γυμνάσια, διατεινόμενος <ἂν> εἴποιμι χωρὶς τῆς ἐν τῷ σώματι προϋπαρχούσης νοσώδους κατασκευῆς μηδέποτ' ἂν αἰτίους γενέσθαι θανάτου. περὶ δὲ τῶν κατ' ἐνίους πότων (ἔφην γὰρ οὕτως μεταγράφειν τινάς) οὐδὲν ἔχω σα|