Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.626
Not analysed yet
κατὰ κοιλίην πόνοι. στρόφοι συνεχέες. οὐ διψώδης. ἐπεθερμαίνετο, ἄκρεα ψυχρὰ διὰ τέλεος. ἀσώδης, ἄγρυπνος. οὖρα ὀλίγα, λεπτά. διαχωρήματα ὠμά, λεπτά, ὀλίγα. ὠφελεῖν οὐδὲν ἠδύνατο, ἀπέθανεν. Κακῶς ἔνιοι γράφουσιν ἐπὶ τῆς γυναικὸς ταύτης ὐλεώδεα διὰ τοῦ υ, δέον εἰλεώδεα διὰ τοῦ ει γράφειν. εἰλεὸς γὰρ ὀνομάζεται τὸ πάθος, οὗ τὰ συμπτώματα γενέσθαι γράφει τῇ γυναικί, πολλοὺς μὲν ἐμέτους καὶ ποτὸν κατέχειν μὴ δύνασθαι, πόνους δ' εἶναι περὶ τὰ ὑποχόνδρια καὶ στρόφους μετὰ πόνων ἐν τοῖς κατὰ τὴν κοιλίαν, ἅπερ ἅπαντα συνεδρεύει τοῖς εἰλεώδεσιν. ἃ δ' ἐφεξῆς ἔγραψεν, οὐ τῶν συνεδρευόντων ἐστὶν αὐτοῖς, ἀλλὰ τῶν ἐπιγιγνομένων κακοηθευομένῳ τῷ πάθει, μάλιστα <μὲν> τὸ διὰ τέλους εἶναι ψυχρὰ τὰ ἄκρα, μοχθηρὸν δὲ καὶ τὸ ἀσῶδες. ἀλλὰ καὶ τὰ οὖρα προσέγραψε, καίτοι γ' οὐκ οὔσης ἐν ταῖς φλεψὶ καὶ τοῖς χυμοῖς τῆς διαθέσεως, ἀλλ' ἐν τοῖς ἐντέροις. ὅταν γὰρ ἐν |