Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.627
Not analysed yet
τούτοις ἄρξηται μεγάλη φλεγμονή, τὰ προειρημένα συμπτώματα φιλεῖ γίνεσθαι, καλεῖται δὲ τὸ πάθος εἰλεός. μικρὰ μὲν οὖν ἐκ τῶν οὔρων, ὅταν ᾖ χρηστά, πρὸς τὸ σωθῆναι τοὺς οὕτως ἔχοντας ἐλπίς, οὐ μικρὰ δ' εἰς ὄλεθρον ῥοπὴ μοχθηρῶν γενομένων. κινδυνευόντων γὰρ τῶν οὕτως νοσούντων διὰ τὴν φλεγμονὴν τῶν ἐντέρων, ἐὰν καὶ ἄλλη τις ἐν τῷ σώματι φαίνηται διάθεσις εἶναι μοχθηρά, συνεπαύξεται τῷ κάμνοντι τὸ κακόν. οὕτως οὖν εἴωθεν ὁ Ἱπποκράτης, ὅταν περί τι τῶν ἀναπνευστικῶν ὀργάνων ᾖ διάθεσις, ἐπιβλέπειν τὰ οὖρα. κατὰ φύσιν μὲν γὰρ ἐχόντων αὐτῶν, ἐκ μόνων τῶν ἀναπνευστικῶν ὁ κίνδυνος· εἰ δὲ καὶ ταῦτα μοχθηρὰ φανείη, κακῶς ἔχειν ἐνδείκνυται τότε καὶ τὸ τῆς τροφῆς ὄργανον, καθάπερ καὶ νῦν, καίτοι τῶν κατὰ τὴν γαστέρα πεπονθότων καὶ τῆς διαθέσεως αὐτῶν ἐκ τῶν διαχωρημάτων γνωριζομένης, ὅμως καὶ τῶν οὔρων ἐμνημόνευσεν ὡς λεπτῶν ὄντων, ἅπερ ἀπεψίαν σημαίνει τῶν ἐν ταῖς φλεψὶ χυμῶν. ἀλλὰ περὶ μὲν τῶν οὔρων ἀεὶ μέμνησο συνεπισκοπούμενος αὐτὰ κἀν τοῖς κατὰ γαστέρα καὶ θώρακα |