Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.628
Not analysed yet
καὶ πνεύμονα καὶ νεῦρα πάθεσιν, ὡς <ἄν, εἰ> μὲν ἀγαθὰ φανείη, μεγάλην παρεχόντων ῥοπὴν εἰς σωτηρίαν, εἰ δὲ μοχθηρά, συνεπισχυόντων καὶ αὐτῶν τι πρὸς τὸν τοῦ κάμνοντος κίνδυνον. ὄντος δὲ παντὸς εἰλεοῦ κινδυνώδους οἱ κατὰ τὰ μετέωρα τῶν ἐντέρων συνιστάμενοι τῶν ἐν τοῖς παχέσι χείρους εἰσίν, εἰς συμπάθειαν ἄγοντες ἧπάρ τε καὶ σπλῆνα. διαγνώσῃ δ' αὐτοὺς ἔκ τε τῆς τῶν ἐμέτων συνεχείας τε καὶ σφοδρότητος καὶ τοῦ μηδὲ τὸ ποτὸν δύνασθαι κατέχειν, ἔτι δὲ μᾶλλον ἐκ τοῦ μὴ διαχωρεῖν τι κάτω. καὶ οἱ στρόφοι δὲ καὶ αἱ ὀδύναι συνενδείκνυνται, ὅταν ἐν τοῖς ὑψηλοῖς μέρεσι γίγνωνται. εἰ δὲ καὶ κόπρον ἐμοῦσιν (ὁρᾶται γὰρ καὶ τοῦτο γιγνόμενον), ἐναργέστατον ἔσται σοι γνώρισμα τοῦ πεπονθέναι τὰ λεπτὰ τῶν ἐντέρων. ἔστι δ' ὀξύτατον τὸ πάθος καὶ διὰ τοῦτο νῦν ἔγραψεν ὁ Ἱπποκράτης αὐτὸ μετὰ τοῦ προσγράψαι ὠφελεῖν οὐδὲν ἠδύνατο. μέμνησο δή μοι καὶ τούτου πρὸς τὸν τῆς φλεβοτομίας λόγον· οὔ<τε> γὰρ ἄλλο τι τῶν βοηθημάτων ἔγραψεν ἐπὶ τῶν ἐν τούτοις